Ancient Greek
Α, Περὶ σφοδρότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 5-5
Not analysed yet
Καὶ μὴν ἴσως καὶ κατὰ τὰ κῶλα διαφέρει· σφοδρὰ μὲν γὰρ καὶ τὰ μηδὲ κῶλα, κόμματα δέ, ἃ καὶ ἡ τραχύτης ἔχει, πλέον γε μὴν γίνεται τὸ σφοδρὸν ἐν ἐκείνοις, ἃ μηδὲ κόμματά ἐστιν, ἀλλʼ ὡς ἐπὶ τὸ πλεῖστον κατʼ ὄνομα ἀναπαύει τὸν λόγον, οἷον «ὁ φαρμακός, ὁ λοιμός» καὶ πάλιν «ἀλλὰ μὴ σπερμολόγος, περίτριμμα ἀγορᾶς, ὄλεθρος γραμματεύς »καὶ ὅσα τοιαῦτα.