Ancient Greek · ~12 min
Α, Περὶ περιβολῆς. ἐν ταὐτῷ καὶ περὶ μεστότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 4.1-2
Not analysed yet
Μέθοδοι δὲ ποιοῦσι περιβολὴν αἵδε· τὸ ἀναστρέφειν τὰ πράγματα καὶ τὰ δεύτερα πρῶτα λέγειν, εἶτʼ ἀναγκάζεσθαι ἐπεμβάλλειν τὰ πρῶτα καὶ τῷ σχήματι χρῆσθαι τῷ κατʼ ἐπεμβολήν, οἷον «ἀλλ’ ἐπειδὴ πάλιν ἥκομεν ἐκ τῆς πρεσβείας ταύτης τῆς ἐπὶ τοὺς ὅρκους, ἧσπερ εἰσὶν αἱ νῦν εὔθυναι»· εἶτʼ ἐπενέβαλε τὰ πρῶτα «οὔτε μικρὸν οὔτε μέγα οὐδʼ ὁτιοῦν εὑρημένοι τῶν ,ὅτε τὴν εἰρήνην ἐποιεῖσθε, λεχθέντων καὶ προσδοκηθέντων» καὶ τὰ ἑξῆς μέχρι τοῦ «προσῇμεν τῇ βουλῇ». τὸ γοῦν ἀναστρέφειν τὰ πράγματα περιβάλλει κατὰ μέθοδον, ἵνʼ ὅπερ ἔφην ἀναγκάζηται ἤτοι ἐπεμβάλλειν, ὡς ἐνταῦθα, ἢ ἐπισυνάπτειν ἀναγκαίως τὰ πρῶτα, οἷον «ἀλλ’ ἐν τῷ πανδοκείῳ τῷ πρὸ τοῦ Διοσκορείου (εἴ τις ὑμῶν εἰς Φερὰς ἀφῖκται, οἶδεν ὃ λέγω) ἐνταῦθα ἐγίνοντο οἱ ὅρκοι»· μέχρι μὲν δὴ τούτου ἐπεμβολή τις γέγονεν ἡ τοῦ «εἴ τις ὑμῶν εἰς Φερὰς ἀφῖκται, οἶδεν ὃ λέγω». τὸ δὲ ἑξῆς ἐπισυνῆπται, καὶ κατὰ τοῦτο δὲ πεποίηκε τὴν περιβολήν, οἷον «ὅτε δεῦρʼ ἤδη τὸ στράτευμʼ ἄγων ἐβάδιζε Φίλιππος», εἶθʼ ὕστερον ἡ ποιότης καὶ αὐτὴ περιβάλλουσα μετὰ αὐξήσεως, οἷον «αἰσχρῶς, ὦ Ἀθηναῖοι, καὶ ἀναξίως ὑμῶν». εἰ δέ τι καὶ τῷ διʼ ἐπικρίσεως εἰπεῖν τὴν ποιότητα πεποίηκεν ὁ ῥήτωρ ἕτερον, ἄλλου λόγου· ἐπεὶ καὶ τὸ ἐπεμβληθὲν ἐν ἀρχῇ τὸ «εἴ τις ὑμῶν εἰς Φερὰς ἀφῖκται, οἶδεν ὃ λέγω» οὐ μόνον περιβολὴν ἐποίησεν, ἀλλὰ καὶ γοργότητα, ὁμοῦ δὲ διακόψαν τὸν λόγον καὶ ἀληθινοῦ πως τύπου δοκεῖ εἶναι. ἀλλʼ οὐ νῦν περὶ τούτου. —Τό τε οὖν ἀναστρέφειν τῶν πραγμάτων τὴν τάξιν μέθοδος περιβολῆς, ὡς εἴρηται, καὶ τὸ τὰς κατασκευὰς τῶν προτάσεων καὶ τὰς πίστεις τάς τε τούτων αὐξήσεις πρώτας τιθέναι τῶν προτάσεων αὐτῶν, ὡς ἐν τῷ Περὶ τοῦ στεφάνου· μερικῆς γὰρ οὔσης ἐν αὐτῷ προτάσεως τῆς ὅτι ‘συμφέροντα ἔθηκα νόμον τὸν περὶ τῶν τριηραρχιῶνʼ καὶ κατασκευαζομένης ταύτης ἔκ τε τοῦ παῦσαι τοὺς πένητας ἀδικουμένους καὶ τοῦ κωλῦσαι τοὺς πλουσίους ἀπὸ μικρῶν ἀναλωμάτων ἀτελεῖς γινομένους καὶ τὴν πόλιν ὑστερίζουσαν τῶν καιρῶν, σκόπει, πῶς εἰσάγει τὰς κατασκευὰς καὶ τὰς αὐξήσεις τῆς προτάσεως πρώτας αὐτῆς ἐκείνης· «ὁρῶν γάρ», φησί, «τὸ ναυτικὸν ὑμῶν καταλυόμενον καὶ τούς μὲν πλουσίους ἀτελεῖς ἀπὸ μικρῶν ἀναλωμάτων γινομένους, τοὺς δὲ μέτρια ἢ μικρὰ κεκτημένους τῶν πολιτῶν τὰ ὄντα ἀπολλύντας, ἔτι δʼ ὑστερίζουσαν ἐκ τούτων τὴν πόλιν τῶν καιρῶν, ἔθηκα νόμον» καὶ τὰ ἑξῆς. πολὺ δὲ ἐνταῦθα καὶ τὸ τῆς δεινότητος, ὡς ἐν τῷ περὶ αὐτῆς λόγῳ δείξομεν. ὅμοιον δὲ τούτῳ καὶ τὸ «εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο, ὦ Ἀθηναῖοι, σκοπεῖν»· τοῦ γὰρ προοιμίου ἡ μὲν πρότασις, ὅτι δεῖ νεωτέρου ὄντος καὶ πρώτου λέγοντος ἀνέχεσθαι, αἱ δὲ ταύτης κατασκευαί, ὅτι μηδὲν οἱ πρεσβύτεροι τῶν δεόντων εἰρηκασιν ἐπὶ πολλῶν ἐκκλησιῶν, καὶ εἴ τινες ἄλλαι· ἃς δὴ κατασκευὰς προὔταξε τῆς προτάσεως. οὗ τοὐναντίον Ἰσοκράτης ἐν τῷ Ἀρχιδάμῳ ποιήσας ἧττόν τε ἐμπερίβολον καὶ πόρρω δεινότητος πεποίηκε τὸν λόγον, οἷον «ἴσως τινὲς ὑμῶν θαυμάζουσιν, ὅτι τὸν ἄλλον ἅπαντα χρόνον τοῖς τῆς πόλεως νόμοις ἐμμεμενηκώς» καὶ τὰ ἑξῆς. Ἀλλὰ μέθοδοι μὲν αὗται, καθʼ ἃς περιβάλλεται λόγος.