Ancient Greek · ~11 min
Α, Περὶ περιβολῆς. ἐν ταὐτῷ καὶ περὶ μεστότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 5-8
Not analysed yet
Λέξις δὲ καθʼ ἑαυτὴν ἰδία περιβολῆς, ὥσπερ ἦσαν ἄλλαι τινὲς ἴδιαι τῶν ἄλλων ἰδεῶν, οὐκ ἔστι κατά γε ἐμέ, εἰ μή τις τὰς ἰσοδυναμούσας ἑτέραις λέξεσι διὰ τὸ ἐκ παραλλήλου δύνασθαι τίθεσθαι περιβολῆς ἰδίας λέγοι, οἷόν ἐστι καὶ τὸ «τί ἐροῦμεν; καὶ τί φήσομεν;» καὶ τὸ «ἃ ἐγὼ προορώμενος, ὦ Ἀθηναῖοι, καὶ λογιζόμενος γράφω ψήφισμα» καὶ τὸ «εἰσὶ κρίσεις καὶ ἀγῶνες πικρὰ καὶ μεγάλα ἔχοντες ἐπιτίμια» καὶ τὸ «ὅτι τότε μὲν ὁ δῆμος δεσπότης καὶ κύριος ἦν ἁπάντων τῶν ἀγαθῶν». καὶ ὅλως μυρία ἐστὶ τούτου γε παρὰ τῷ ῥήτορι τὰ παραδείγματα, ἃ καὶ ἐξετάζοντες τινές, ὡς ἂν ἐξετάσαιεν αὐτοὶ τοὺς λόγους, εἰρήκασι περιβολῆς εἶναι ἴδια. ἀλλʼ ἡμεῖς τό γʼ ἡμῖν δοκοῦν περὶ τούτων εἰρήκαμεν. πλεονασμὸν μὲν γὰρ ἴσως ἔχει τινὰ καὶ ἤτοι ἔλεγχον ἢ αὔξησιν ἢ σαφήνειαν ἢ τι τῶν τοιούτων, περιβολὴν δὲ εἰ καὶ ἐμφαίνει, ἀλλʼ οὖν οὐ κατὰ τὴν λέξιν· οὐδεμία μὲν γὰρ λέξις αὐτὴ καθʼ ἑαυτὴν ἔχει περιβολήν, τῇ δὲ πρὸς ἀλλήλας οἶμαι συμπλοκῇ καὶ τὴν ἔμφασιν τοῦ περιβεβλῆσθαι ποιοῦσιν. οὔκουν περιβλητικὸν τὸ «τί ἐροῦμεν» οὐδὲ τὸ «τί φήσομεν» οὐδὲ τῶν ἄλλων τῶν εἰρημένων αὐτὸ καθʼ αὑτὸ οὐδέν, ἀλλʼ ἡ ἐκ παραλλήλου θέσις αὐτῶν πεποίηκεν ἴσως τινὰ ἔμφασιν περιβολῆς· τοῦτο δὲ οὐχὶ λέξεως δήπουθεν, ἀλλʼ ἴσως μεθόδου. ἐπεὶ καὶ ἐννοίας ὅλας ἐκ παραλλήλου τίθεμεν, ὅταν ἐπιμένωμεν, ἀλλʼ οὐκ οἶμαι τοῦτο εἶναι περιβολῆς ἴδιον, δεινότητος δὲ μᾶλλον τῆς κατὰ μέθοδον· ταῖς γὰρ ἐπιμοναῖς ἐφʼ ὧν ἰσχύομεν πραγμάτων χρώμεθα, ὡς ὁ ῥήτωρ ἐν τῷ Περὶ τοῦ στεφάνου «πότερον», φησί, «τὴν πόλιν ἐχρῆν, Αἰσχίνη, τὸ φρόνημα ἀφεῖσαν καὶ τὴν ἀξίαν τὴν αὑὐτῆς» καὶ τὰ ἑξῆς. ταύτῃ γὰρ τῇ ἐννοίᾳ πλεῖον ἢ τετράκις ἐν ταὐτῷ τόπῳ κέχρηται καὶ τὸ μέγιστον διὰ ταὐτοῦ σχήματος, λέγω δὴ τοῦ κατʼ ἐρώτησιν ἐξ ἀποστροφῆς· διὰ γὰρ τὸ ἔνδοξον τῆς ἐννοίας ἐπιμένει καὶ δεινῶς ἐπίκειται τῷ ἐχθρῷ, ταῖς συνεχέσιν ἐρωτήσεσιν οὐδὲ ἀναπνεῖν ἐῶν. καὶ ἐν οἷς μὲν ἂν ἰσχυρίζεσθαι δύνηται, τοῦτο ποιεῖ, ἐν οἷς δʼ ἂν ἀσθενὴς ὁ λόγος ᾖ, ὡς ἑτέρως· ἅπαξ γὰρ καὶ διʼ ἐλαχίστων εἰπὼν ἀπαλλάσσεται· φανεῖται δὲ τοῦτο ἐν τῷ περὶ δεινότητος. ταῖς τε οὖν ἐπιμοναῖς ἐφʼ ὧν ἰσχύομεν πραγμάτων χρώμεθα καὶ τοῦτο ἦν μεθόδου δήπουθεν· ὥστε εἴη ἂν καὶ τὸ «τί ἐροῦμεν; καὶ τί φήσομεν;» μέθοδός τις, ἣν οὐ φαῦλον συγχωρῆσαι ποιεῖν περιβολήν· καὶ ἔστω ἐν τῷ περὶ μεθόδου περιβολῆς καὶ ἡ ἐπιμονή, καίτοι οὐ πανταχοῦ, ἔνθα ἂν εὑρεθείη, περιβολὴν ποιεῖ· ἀλλʼ οὖν συγχωρείσθω διά τε τὰ προειρημένα, τὸ «τί ἐροῦμεν; ἢ τί φήσομεν;» λέγω, καὶ ἔτι τὰ τοιαῦτα οἷον «καίτοι ὁπηνίκα ἐφαίνετο ταῦτα πεποιηκὼς καὶ τοῦτον τὸν τρόπον κεχρημένος τοῖς πρὸς ἐμιέ»· καὶ γὰρ ἐνταῦθα ὁμοίως περιττεύει τὸ ἕτερον κῶλον ἐκ παραλλήλου τεθέν, ὥσπερ ἐκεῖ ἡ λέξις.