Ancient Greek
Β, Περὶ τοῦ ἀπλῶς πανηγυρικοῦ.
Hermogenes, Περὶ ἰδεῶν λόγου 6-12
Not analysed yet
Περὶ δὲ Θουκυδίδου μέλλων λέγειν προδιορίσομαι τοσοῦτον, ὡς οὐκ, ἐπειδὴ μεθʼ Ἡρόδοτον ἐμνήσθημεν αὐτοῦ καὶ μετʼ ἄλλους, διὰ τοῦτο χρὴ νομίζειν, ὡς τῇ κατὰ λόγους ἔξει τε καὶ δυνάμει μετʼ ἐκείνους ἡμῖν τέτακται· ἐπεὶ οὐδὲ Ἡρόδοτον μετὰ ἔικόστρατον δήπουθεν ἢ μετʼ Αἰσχίνην, ἀλλʼ οὐδὲ μετὰ Ξενοφῶντα ἡμεῖς τάττοιμεν ἂν λόγων τε δυνάμεως ἕνεκα καὶ τῆς κατʼ αὐτοὺς ἕξεως, ἄλλως τε καὶ ἐν εἴδει πανηγυρικῷ· τῇ δὲ ἀκολουθίᾳ τοῦ περὶ τῆς ἰδέας ἐκείνης λόγου ἑπόμενοι ταύτῃ τῇ τάξει κεχρήμεθα, ἰδίᾳ μὲν τούς ἄλλους πανηγυρικούς, ἰδία δὲ τοὺς ἱστορικούς τιθέντες. καὶ τῶν ἱστορικῶν δὲ ἐν πρώτοις ἔροδότου διὰ τοῦτο ἐμνήσθημεν, ὅτι πανηγυρικώτερος καὶ ἡδίων οὐ ουκυδίδου μόνον ἀλλʼ ἴσως ἀπάντων ἐστὶ τῶν οὕτω γράφειν λόγους προελομένων· ἐπεὶ ουκυδίδης γε κἂν ἀμφισβήτησίν τῳ παράσχοι, μεθʼ ὧν ἐξετάζοιτʼ ἄν δικαίως· οὐχ ἧττον γὰρ δικανικός ἐστι καὶ συμβουλευτικὸς ἢ πανηγυρικός, λέγω καὶ κατὰ τὰς ἐννοίας καὶ τὸ μηδὲν ἀκατασκεύως εἰσάγειν. ἀλλὰ τετάχθω μέν, ἔνθα αὐτῷ καὶ προσήκει τετάχθαι καθʼ ἑκάτερον, κατά τε τὸ τῶν λόγων εἶδος καὶ κατὰ τὸ προκεκρίσθαι τινῶν, ἑτέρων δέ, εἰ καὶ τοῦτο συμβαίνοι, τὰ δεύτερα φέρεσθαι τῆς περὶ τοὺς λόγους ἕξεως ἕνεκα· ἡμεῖς δὲ ὁποῖός τίς ἐστι χαρακτηρίσομεν.