Ancient Greek · ~8 min
Β, Περὶ τοῦ ἀπλῶς πανηγυρικοῦ.
Hermogenes, Περὶ ἰδεῶν λόγου 7-10
Not analysed yet
Ὁ τοίνυν Θουκυδίδης μάλιστα μεγέθους ἐφιέμενος τυγχάνει μέν του μεγέθους, οὐ μὴν οὗπερ ἐφίεσθαί μοι δοκεῖ μεγέθους τυγχάνει· βούλεται μὲν γάρ, ὡς ἔγωγε οἶμαι, σεμινὸν εἶναι τὸν λόγον αὐτῷ, ὅπερ ἴδιον μεγέθους πανηγυρικοῦ, φαίνεται δὲ ὑπερβαίνων τοῦτο καὶ μάλιστα κατὰ τὴν λέξιν ἐπὶ τὸ τραχύτερον μιιᾶλλον καὶ τὸ σκληρότερον καὶ διὰ τοῦτο ἐπὶ τὸ ἀσαφέστερον, καὶ ἔτι κατὰ τὴν συνθήκην τῶν λέξεων· ἐπιμιελεῖται μὲν γὰρ κόσμου ἀλλʼ ὅτι μάλιστα, βουλόμενος δὲ εἶναι καὶ τοῦτο ὑψηλὸν αὐτῷ καὶ ὑπέρογκον πάλιν ὑπερεκπίπτει κατά τε τὰς ὑπερβολὰς καὶ τὰς καινότητας τῶν συνθηκῶν, ὥστε ἐπὶ τὸ σκληρότερον καὶ δι’ αὐτὸ ἐπὶ τὸ ἀσαφέστερον φέρεσθαι. ἀξιωματικὸς δὲ ὁ ἀνὴρ ἀλλʼ ὅτι μάλιστα, ταῖς δὲ ἐννοίαις εἴπερ τις ἄλλος πολιτικὸς ὁμοῦ καὶ σεμνός· οὐδὲν γὰρ ἀκατάσκευον οὐδʼ ἐν ταῖς ἱστορίαις ἀπολείπει. ταῖς μέντοι μεθόδοις οὐ τοιοῦτος· μετὰ γὰρ μεγέθους τινὸς γνωρίμου ἤ τινος ἑτέρου τοιούτου καὶ τὰς κατασκευὰς εἰσάγει· διὸ καὶ ἀγλευκής ἐστι σχεδὸν διόλου· εἰ δέ που καὶ γλυκύτητα ἔχοι, μάλιστα μὲν ὥσπερ ἀλλότριόν τι τῆς ἰδέας αὐτοῦ ἐκφαίνεται τὸ μέρος ἐκεῖνο, οἷόν ἐστι καὶ τὸ «Τηρεῖ δὲ τῷ Πρόκνην τὴν Πανδίονος ἀπὸ Ἀθηνῶν σχόντι γυναῖκαx καὶ τὰ ἐξῆς καὶ ὅσα τοιαῦτα. θαυμάζειν δέ, εἰ καὶ μὴ τοιοῦτον ἦν τοῦτο, οὐκ ἐχρῆν, ὅτι καὶ ἡδονήν που ἔσχεν ὁ λόγος αὐτῷ· σχεδὸν γὰρ οὐδʼ ἄλλος τις τῶν κατʼ ἄνδρα λόγων ὁτιοῦν ἕν εἶδος προελόμενός τε καὶ ἐργασάμενος δύναιτʼ ἂν καθαρὸς ὀφθῆναι καὶ μὴ οὐχὶ καὶ τῶν ἄλλων ἀπάντων ἀμιῃγέπῃ προσαψάμενος εἰδῶν τοῦ λόγου. ἔτι ὡς ἴστορικὸς ὁ Θουκυδίδης κέχρηται μὲν καὶ μιμήσει κατά τε τὰς δημηγορίας καὶ ἔν τισι διαλόγοις, ὁ αὐτὸς δέ ἐστι κἀν τούτοις, μᾶλλον δὲ μειζόνως ἐν τούτοις ἐστὶ τοιοῦτος, οἶον αὐτὸν ἐχαρακτηρίζομεν, ἐπεὶ ἔν γε τῇ ἴστορίᾳ ἠττόν ἐστι σκληζς καὶ τραχύς· ἔχει γὰρ πολλὰ ἐνταῦθα καθαρά τε καὶ εὐκρινῆ καὶ τόν γε διδάσκαλον αὐτοῦ τὸν Ἀντιφῶντα πολλοῖς μὲν καὶ ἄλλοις, τούτοις δὲ οἶμαι καὶ μᾶλλον παρελήλυθε. Τοσαῦτα καὶ περὶ τοῦ Θουκυδίδου.