Ancient Greek · ~4 min
Α, Περὶ ἐπιμελείας καὶ κάλλους.
Hermogenes, Περὶ ἰδεῶν λόγου 6-8
Not analysed yet
Ἔτι κάλλους ποιητικὸν τὸ τοιοῦτο σχῆμα, ἡ ἀντιστροφή. ἔστι δὲ τοῦτο ἐναντίον πως τῇ ἐπαναφορᾷ κατὰ τὸ τέλος ἐχόντων τῶν κώλων τὴν αὐτὴν λέξιν, καὶ διαφέρει γε πάλιν καὶ τοῦτο τῆς παρισώσεως τῷ αὐτῷ, ᾧπερ καὶ ἡ ἐπαναφορά. παράδειγμα τοῦ σχήματος, οἷον «ἂν μὲν γὰρ ὅσα ἄν τις λάβῃ καὶ σώσῃ, μεγάλην ἔχει τῇ τύχῃ τὴν χάριν· ἂν δʼ ἀναλώσας λάθῃ, συνανάλωσε καὶ τὸ μεμνῆσθαι τῇ τύχῃ τὴν χάριν» καὶ πάλιν «πράττεταί τι τῶν ὑμῖν δοκούντων συμφέρειν· ἄφωνος Αἰσχίνης. ἀντέκρουσέ τι καὶ γέγονεν, ὃ οὐκ ἔδει· πάρεστιν Αἰσχίνης» καὶ πάλιν «πρὸς μὲν τὸ τὰ τοῦ πολέμου ταχὺ καὶ κατὰ καιρὸν πράττεσθαι πολλῷ προέχει, πρὸς δὲ τὰς καταλλαγάς, ἃς ἂν ἐκεῖνος ποιήσαιτο ἄσμενος πρὸς Ὀλυνθίους, ἐναντίως ἔχει». σπάνιον δὲ καὶ τοῦτο παρὰ τῷ ῥήτορι τὸ σχῆμα. καὶ αὐτὸ μέντοι, εἰ κατὰ κόμμα γένοιτο, γοργὸν ποιεῖ τὸν λόγον, ἀλλʼ οὐ καλλωπίζει, οἷον «ταξιάρχους παρʼ ὑμῶν, ἱππάρχους παῤ ὑμῶν». εἰ δʼ ἔχει τι καὶ ἐναργείας κἀνταῦθα κἀν τῇ ἐπαναφορᾷ, ἑτέρου λόγου.