Ancient Greek · ~3 min
Α, Περὶ ἐπιμελείας καὶ κάλλους.
Hermogenes, Περὶ ἰδεῶν λόγου 7-7
Not analysed yet
Καὶ μὴν καὶ ἡ ἐπαναστροφὴ τὸ σχῆμα τῶν καλλωπιζόντων· γίνεται δέ, ὅταν τὸ τέλος τοῦ κώλου ἑτέρου κώλου τις ἀρχὴν ποιήσηται, οἷον «οὐ γὰρ δήπου Κτησιφῶντα μὲν δύναιτʼ ἂν διώκειν δι᾿ ἐμέ, ἐμὲ δέ, εἴπερ ἐξελέγχειν ἐνόμιζεν, αὐτὸν οὐκ ἂν ἐγράψατο». ἐκφανὲς δὲ τὸ τῆς ἐπιβουλῆς γίνεται καὶ τὸ τοῦ ἐπιτηδεύμιατος, ὅταν τις μίαν λέξιν μερίσας τὰς τελευταίας αὐτῆς συλλαβὰς ἀρχὴν τοῦ ἐπιφερομένου ποιήσηται κώλου, ὡς ὁ Θουκυδίδης ‘Σαμία μία ναῦς’ καὶ «αὐτίκα βοὴ ἦν», καὶ παρὰ τῷ ποιητῇ «Πρόθοος θοὸς ἡγεμόνευε». τὸ οὖν «τοῦ δʼ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ» ἐπαναστροφὴ ὂν οὐκέθʼ ὅμοιον τοῖς προειρημένοις οὐδʼ ὁμοίως ἐπιβεβουλεῦσθαι δοκεῖ, διότι μὴ συλλαβαῖς, ἀλλὰ μηδὲ λέξει, κόμματι δὲ ὅλῳ ἀνέστραπται.