Ancient Greek
Α, Περὶ σεμνότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 7-3
Not analysed yet
Περὶ δὲ ἀναπαύσεως σεμνῆς ὁ αὐτὸς λόγος, ὅσπερ ἦν ἡμῖν καὶ περὶ καθαρότητος. δεῖ γὰρ ἵστασθαι τὸν λόγον ἐπί τινος τῶν οἰκείων ποδῶν τῇ σεμνότητι, χωρὶς μέντοι καταλήξεως, ἵνα μὴ εἰς τροχαῖον ἐμπέσῃ ἡ βάσις μηδʼ ἁρπασθῇ ὁ ῥυθμὸς ἀλλὰ βεβηκὼς ᾖ. μάλιστα δʼ ἄν βεβήκοι, εἰ πρῶτον μὲν εἰς ὄνομα καταλήγοι ἢ ὀνοματικόν τι μὴ ἔλαττον ὄν τριῶν συλλαβῶν, οἷον «εἰς τουτονὶ τὸν ἀγῶνα»· ἔπειτα εἰ πλείους εἶεν κατὰ τὴν ἀνάπαυσιν αἱ μακραὶ τῶν συλλαβῶν, ἵνα δισπόνδειος ἤ τις τῶν ἐπιτρίτων πλὴν τοῦ τετάρτου τὴν βάσιν ποιῇ, οἷον «ἅπας ὁ τῶν ἀνθρώπων βίος φύσει καὶ νόμοις διοικεῖται»· διαφερόντως δὲ σεμνὴν ἔχει τὴν βάσιν ὁ ῥυθμός, εἰ ἡ ἀνάπαυσις καταλήγοι ἢ παραλήγοιτό γε στοιχείῳ τινὶ πλατεῖ καὶ διογκοῦντι κατὰ τὴν προφορὰν τὸ στόμα, καθάπερ ἔφην ὀλίγῳ πρότερον ἐν τῷ περὶ λέξεως σεμινῆς.