Ancient Greek · ~3 min
Α, Περὶ σεμνότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 8-2
Not analysed yet
Ἐκ δὲ τῶν προειρημένων δῆλος ἄν εἴη καὶ ὁ ῥυθμὸς ὁποῖος. εἰδέναι μέντοι χρή, ὅτι, εἰ καὶ διʼ ὅλων ἐξ ἐπιτρίτων ἢ δακτύλων ἤ τινων τοιούτων ὁ λόγος συντεθείη, αἱ δὲ ἀναπαύσεις μὴ καταλήγοιεν οὕτως, ὥστε καὶ τὰ ἐφεξῆς ἔχειν τοὺς οἰκείους πόδας τῇ σεμνότητι, οἷ ῥυθμοὶ οὐκέτι γίνονται σεμνοί. ταὐτὸ δὲ τοῦτό φημι καὶ περὶ πάσης ἰδέας· εἰ γὰρ καὶ συντεθείη τις λόγος διʼ ὡντινωνοῦν ποδῶν, οἳ δὴ ποιοῦσιν εἶδος ὁτιοῦν λόγου, αἱ δὲ ἀναπαύσεις μὴ διʼ αὐτῶν πληρουμένων γίνοιντο, λέγω τῶν ποδῶν, ἀλλὰ μεταξὺ διακόπτοιντο οἱ πόδες, μεθίστανται οἱ ῥυθμοὶ καὶ μᾶλλον ἑτέρου τινὸς εἴδους οἰκεῖοι εὑρίσκονται, ἢ οὖπερ οἱ πόδες ἦσαν, διʼ ὧν ὁ πᾶς λόγος συνέκειτο.