Ancient Greek
Α, Περὶ τραχύτητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 7-4
Not analysed yet
Συνθήκη δὲ τραχεῖα ἡ συγκρούσεις τε φωονηέντων ἔχουσα καὶ ἐξ ἀνοικείων ἑαυτοῖς καὶ ἀνακολούθων ποδῶν συγκειμένη, ὡς μηδαμῇ προσβάλλειν τινὰ ἦχον μέτρου μηδʼ ἔχειν τινὰ ἡδονὴν κατʼ αὐτὴν τὴν συνθήκην μηδʼ ὅλως εὐρυθμίας ἔμφασιν, ἀλλʼ εἶναι μᾶλλον οἷον ἄρρυθμόν τινα καὶ δύσηχον, τραχύνουσαν τὴν ἀκοήν. ποιεῖ δὲ μάλιστα τοῦτο ἡ ἀνάπαυσις ἡ ποιά, ὥσπερ κὰν ταῖς ἄλλαις ἰδέαις ἔφαμεν ὅτι ἡ ἀνάπαυσις ἡ ποιὰ μετὰ τῆς συνθήκης τῆς ποιᾶς τὸν ῥυθμὸν ἀπεργάζεται.