Ancient Greek
Α, Περὶ τραχύτητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 6-4
Not analysed yet
Κῶλα δὲ τραχέα τὰ βραχύτερα καὶ ἃ μηδὲ κῶλα, κόμματα δὲ καλεῖν ἄμεινον, οἷον «οὐκ ἐμβησόμεθα; οὐκ ἔξιμεν; οὐκ ἐπὶ τὴν ἐκείνου πλευσούμεθα;» καὶ πάλιν «πότε οὖν, ὧ Ἀθηναῖοι, πότε ἃ χρὴ πράξομεν; ἐπειδὰν τί γένηται; ἐπειδὰν νὴ Δίʼ ἀνάγκη τις ᾖ; νῦν δὲ τί χρὴ τὰ γινόμενα ἡγεῖσθαι;