Ancient Greek · ~8 min
Α, Περὶ περιβολῆς. ἐν ταὐτῷ καὶ περὶ μεστότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 9-2
Not analysed yet
Ὅλως τε μυρία τούτου παραδείγματα παρὰ τῷ ῥήτορι καὶ καθόλου τῆς περιβολῆς· οὐ γὰρ ἔστιν, ὅ τι μὴ περιβέβληται τῶν τούτου, λέγω δέ, εἰ μὴ κομματικόν τις ἀπολαβὼν λέγοι, ὡς ἀπερίβλητόν γε καὶ καθαρὸν εἴη, ὥσπερ τὸ «Σαννίων ἔστι δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκων. οὗτος ἀστρατείας ἑάλω», ἀλλὰ τὸ διαρκὲς εἰ θεωροίη· ἐπεὶ εὐθὺς ἐνταῦθα τὸ «κέχρηται συμφορᾷ» ποῦ ἔτι καθαρὸν πλὴν τοῦ κώλου; καὶ ὅλως τά γε ἐφεξῆς ἅπαντα πῶς οὐ περιβεβλημένα; μυρία τοίνυν ὅπερ ἔφην παρὰ τῷ ῥήτορι τὰ παραδείγματα τῆς περιβολῆς, ὅπου γε καὶ ἐν ἰδιωτικοῖς οὐδὲν ἧττον πλεονάζει τῇ ἰδέᾳ ταύτῃ, ἔνθα καὶ μᾶλλον οἶμαι δεῖ τῆς καθαρότητος διὰ τὸ ἐν ἤθει τὸ πλεῖστον αὐτῶν εἶναι. τὸ δʼ αἴτιον τοῦ πλεονάζειν αὐτὸν τῇ περιβολῇ —καὶ γὰρ ἐπηγγειλάμην ἐρεῖν ἐν τῷ περὶ αὐτῆς λόγῳ —,ὅτι μεγέθους μὲν αὐτῷ μέλει καὶ ἀξιώματος, τῶν δὲ ἄλλων ἰδεῶν, αἳ ποιοῦσι τὸ μέγεθος τῶν τοῦ ῥήτορος λόγων, ἐν μὲν ἰδιωτικοῖς σχεδὸν οὐδεμία πλὴν σφοδρότητος ἁρμόττει καὶ ταύτης οὐ καθαρᾶς, ἀλλὰ μετά τινος παραμυθίας, τῶν δὲ ἄλλων οὐδεμία· οὔτε γὰρ τραχύτητι οὔτε σεμνότητι οὔτε λαμπρότητι οὔτε ἀκμῇ χρήσαιτο ἄν τις ἀκρι βῶς ἐν ἰδιωτικοῖς, σφοδρότητι μέντοι ἔστιν ὅπου καὶ ταύτῃ μετὰ ἤθους τινὸς ὡς ἐν τῷ «ἀλλ’ ὦ χαλεπώτατε Βοιωτέ» δύναται χρῆσθαι, καὶ εὕροις ἂν τούτου πολλὰ παραδείγματα. ἡ μέντοι περιβολὴ ἠδυνήθη ἁρμόσαι σχεδὸν διόλου καὶ τοῖς ἰδιωτικοῖς, ὡς αὐτὸ δήπου δείκνυσι τὸ ἔργον, ἐν δὲ τοῖς δημοσίοις τῶν ἀγώνων δύνανται μέν πως καὶ αἱ λοιπαὶ τῶν ποιουσῶν τὸ μέγεθος ἰδέαι διὰ τὸ μέγεθος τῶν πραγμάτων συμπαραλαμβάνεσθαι, καὶ μάλιστα εἰ τὸ λέγον πρόσωπον ἀξίωμα ἔχοι, ὡς ἐν τῷ Ὑπὲρ τοῦ στεφάνου, καὶ εἰ καθόλου λέγοιτο, εἰ ἐνδέχοιτο ἀπιφοράν· ἀκμὰς γὰρ τότε μάλιστα ἐγχωρεῖ ποιεῖν, ὡς ἐν τοῖς Κατὰ Φιλίππου. οὐ μὴν οὐδὲ ἐνταῦθα ἐκείναις μᾶλλον ἔστι πλεονάσαι, οἷον σεμνότητι ἢ τραχύτητι ἢ σφοδρότητι ἢ λαμπρότητι ἢ ἀκμῇ, ὥσπερ τῇ περιβολῇ. τοῦτʼ οὖν τὸ αἴτιον τοῦ πλεονάζειν τὸν ῥήτορα ταύτῃ παρὰ τὰς ἄλλας, ἄτε τὴν ἄκραν ἐπιστήμην ἔχοντα περὶ τοὺς λόγους. Ἀλλʼ ὅθεν ἐξέβημεν, πάλιν ἐπανιτέον ἐπὶ τὰ σχήματα τῆς περιβολῆς.