Ancient Greek · ~3 min
Α, Περὶ περιβολῆς. ἐν ταὐτῷ καὶ περὶ μεστότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 8-4
Not analysed yet
Ἐφέλκονται νοήματα καὶ οἱ πλαγιασμοί, οἷον «τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου» κατὰ τόδε καὶ τόδε, εἶτα τὸ ἐφελκόμενον «ὑμεῖς μὲν οὕτω διέκεισθε ». περιβέβληται δὲ τοῦτο μειζόνως οὐ μόνον κατὰ τόδε τὸ σχῆμα, ἀλλὰ καὶ κατὰ ἔννοιαν καὶ κατὰ μέθοδον καὶ κατʼ ἄλλα σχήματα πλείονα, οἷον τὸ ἐξ ἐπεμβολῆς τὸ τοὐ διʼ ἐμέ, οὐ γὰρ ἔγωγε καὶ τὸ ἀπαριθμητικὸν οἷον «πρῶτον μὲν ὑμεῖς οὕτω διέκεισθε »καὶ ἄλλα συχνά. ἀλλʼ οὖν ὅ γε πλαγιασμὸς πλεῖστον ἔχει τῆς περιβολῆς, ὥσπερ κἀν τῷδε «τπολλῶν, ὦ Ἀθηναῖοι, λόγων γινομένων ὀλίγου δεῖν καθʼ ἑκάστην ἐκκλησίαν καὶ τὰ ἑξῆς, καὶ πάλιν «ἐπεὶ γὰρ οὐ καθεστηκότος χορηγοῦ τῇ Πανδιονίδι φυλῇ καὶ τὰ ἐξῆς.