Ancient Greek · ~4 min
Β
Hermogenes, Περὶ εὑρέσεως Περὶ δημοσίων ἀδικημάτων.
Not analysed yet
6 Κἂν δημοσίων ἀδικημάτων κατηγορῶμεν, ἀπὸ τῶν πρεσβυτέρων ληψόμεθα· οἷον τριακόσιοι νύκτωρ τὰ δεσμὰ ῥήξαντες αἰχμάλωτοι ἀπὸ τῶν πολεμίων φυγόντες ἦλθον εἰς τὴν πατρίδα, νόμου κελεύοντος νύκτωρ μὴ ἀνοίγεσθαι τὰς πύλας οὐκ ἀνέῳξεν αὐτοῖς ὁ στρατηγὸς καὶ κρίνεται δημοσίων ἀδικημάτων· ἐνταῦθα γὰρ καὶ ὁ κατήγορος ἀπὸ πρεσβυτέρων ἀδικημάτων ἄρξεται λέγων ὅτι ῾ἡμεῖς μὲν αὐτὸν ἐχειροτονήσαμεν στρατηγὸν πάντων προτιμήσαντες, ὃ δὲ δύσνους ὢν ἀρχῆθεν περὶ τὴν πόλιν ἐπέδειξε τοῦτο καὶ ἐν τῇ στρατηγίᾳ· οὕτω γοῦν φαύλως ἐστρατήγησεν, ὥστε καὶ ἡττήθημεν καὶ ἧτταν βαρεῖαν, ἐν τριακοσίους πολίτας αἰχμαλώτους συνέβη γενέσθαι μετὰ τὸν τῶν ἄλλων φόνονʼ· εἶτα ἐπὶ τὴν διήγησιν χωρήσομεν ῾ἀλλʼ ἐπειδὴ ἡ τύχη παρέσχε τοῖς πολίταις τόλμαν ῥῆξαι τὰ δεσμὰ δυνηθῆναι καὶ λαθεῖνʼ καὶ τὰ ἑξῆς. Ἐὰν δὲ ἀπολογώμεθα· ῾οὕτως ἐγὼ περὶ τὴν πόλιν εὔνους ἀρχῆθεν ἐγενόμην, ὥστε καὶ τοῦ πολέμου καταλαβόντος μᾶς τῆς ἐμῆς εὐνοίας ἔχοντες δείγματα πάντας παραλιπόντες τοὺς ἄλλους ἐμὲ στρατηγὸν ἐχειροτονήσατεʼ. Τυραννοκτόνοι δὲ πάντες καὶ ἀριστεῖς ὁμοίως προδιηγήσεις ἕξουσι τοὺς βίους, ἀφʼ ὧν χωροῦμεν ἐπὶ τὰς διηγήσεις τῶν πραγμάτων, ἐφʼ οἷς αἱ κρίσεις.