Ancient Greek · ~26 min
Β
Hermogenes, Περὶ εὑρέσεως Περὶ σιηγήσεως..1
Not analysed yet
Ταυτὶ μὲν οὖν περὶ τῶν προκαταστάσεων τῶν ἐν 7 ταῖς διηγήσεσι καὶ ὅθεν δεῖ ἀρχομένους μὴ ἀκεφάλως ἐμβάλλειν τοῖς πράγμασι. Ῥητέον δὲ ἑξῆς, τίσι πλατύνεται ἡ διήγησις τρόποις. ἡμιεῖς μὲν οὖν φαμεν πρῶτον χρῆναι τῶν λεγομένων ἕκαστον καὶ τρισὶ καὶ τέτρασι κώλοις πλατύνεσθαι ἢ καὶ πλείοσιν ἐκφέρεσθαι πολλάκις· οὐ γὰρ ἐστενοχώρηται τῆς διηγήσεως ἡ δύναμις ῥητῷ μέτρῳ, καθάπερ καὶ τὸ προοίμιον, ἀλλʼ ἐξουσίαν ἔχει καὶ μέτρον τὴν βούλησιν ἢ τὴν δύναμιν τοῦ λέγοντος οἷον ῾ἐγὼ περὶ τὴν πόλιν εὔνους οὐ τήμερον, οὐδὲ νῦν ἠρξάμην ἀγαπᾶν τὰ κοινά, ἀλλὰ τῆς πρὸς ὑμιᾶς εὐνοίας πάλαι καὶ πρόπαλαι πολλὰ ἐξενήνοχα δείγματα· καὶ ὅτι τὰ πρὸς ὠφέλειαν ὑμῖν ἀνασκοπῶ, μυριάκις δηλῶσαί μοι δοκῶʼ· τὸ γὰρ αὐτὸ πρᾶγμα πολλάκις ἑρμηνευθὲν κόσμον ἐνεδείξατο τοῦ λόγου. τρέφει δὲ καὶ τὴν δύναμιν τοῦ ῥήτορος μάλιστα ἐν ταῖς περιγραφαῖς τοῦτο ἀσκούμενον· ἐξ ἀνάγκης γὰρ ποικίλων ὀνομάτων καὶ διαφόρων εὐποροῦμεν ζητούντων ἡμῶν ποικίλοις καὶ πολυτρόποις ὀνόμασι μεταποιεῖν τὰ κῶλα. Πρῶτον μὲν οὕτω μηκύνεται ἐξ ἑρμηνείας. ἔπειτα δὲ καὶ τὸ παραλειφθὲν ζητήσαντες λέξομεν κἀκεῖνο ἐν κώλοις ὅσοις ἂν δυνώμεθα, οἷον ῾τόδε μὲν οὐκ ἐποίησα οὐδὲ εἰργασάμην, ἐκεῖνο δὲ οὐ διεπραξάμηνʼ. Ἔπειτα μέντοι καὶ τοῦ πεπραγμένου τὴν αἰτίαν ζητήσομεν, καὶ ὅταν εὕρωμεν, ὅσοις ἄν δυνώμεθα κώλοις ἕκαστα ἀφηγησόμεθα· οὐδεὶς γὰρ νοῦς οὕτω καλὸς εἰς κατασκευὴν διηγήσεως ὡς σἰτία. Πλατύνουσι δὲ διήγησιν καὶ οἱ λογισμοί, εἰ πρὸ τῶν πράξεων λέγοιμεν βεβουλεῦσθαι, ὡς, εἰ μὲν τόδε ποιήσαιμι, τόδε ἀπαντήσεται, καὶ προστιθέναι τὰς αἰτίας· εἰ δὲ τόδε ἐργασαίμην, τόδε ἀπαντήσεται. Καὶ παραδείγματος ἕνεκεν καὶ σαφηνείας τῶν θεωρημάτων καὶ ἐπὶ προβλήματος λέξομεν· ἔστω δὲ ὁ στρατηγὸς ὁ μὴ ἀνοίξας τὰς πύλας. ἀπὸ τοῦ παραλειφθέντος πρῶτον ῾ἡμεῖς γὰρ ἐνστάντος τοῦ πολέμου καὶ καταρραγείσης τῆς μάχης καὶ κινηθείσης ἡμῖν πρὸς τοὺς ἐχθροὺς φιλονεικίας ἄλλον μὲν οὐδένα τῶν πάντων στρατηγὸν ἐχειροτονήσαμεν οὐδὲ ἐπεστήσαμεν τοῖς πράγμασιν οὐδὲ τὸ στρατόπεδον ἐπιστεύσαμενʼ, εἶτα τὸ πραχθὲν ῾τοῦτον δὲ στρατηγεῖν ἠξιώσαμεν καὶ τὸ ἀξίωμα τῆς πόλεως ἐπιστεύσαμεν καὶ πᾶσαν τὴν δύναμιν ἔχειν καὶ τάττειν ὅπως ἐθελήσειεν ἐπετάξαμενʼ, εἶθʼ ἡ αἰτία ῾οὐχ ὡς μὰ τὴν ἀλήθειαν προδώσοντος αὐτοῦ τὴν πόλιν καὶ τοὺς ἐχθροὺς ἀγαπήσοντος, ἀλλʼ ὡς εὐνοϊκῶς προστησομένου τῶν ἡμετέρων πραγμάτων. ὅ δὲ ταῦτα πιστευθεὶςʼ πάλιν ἐκ τῶν παραλειφθέντων οὔτε ἐστρατήγει καλῶς οὔτε ἐξηγεῖτο τῶν πραγμάτων σεμνῶςʼ· εἶθʼ ἡ αἰτία τοῦ παραλειφθέντος ῾δύσνους γὰρ ἦν περὶ τὴν πόλιν καὶ ἄδικος πάνυ· ἀλλὰ καὶ αἴτιος ἡμῖν ἥττης ἐγένετο. ἐπεὶ δὲ ὁ θεὸς καλῶς ποιῶν καὶ κηδόμενος τῶν τῆς πόλεως πραγμάτων καὶ ἐπανορθούμενος τὰ τῆς πόλεως πταίσματα κατὰ νοῦν ἐποίησε τοῖς πολίταις ῥῆξαι τὰ δεσμὰ καὶ φυγεῖν δυνηθῆναι καὶ σωθῆναι πρὸς ἡμᾶς’, εἶτα ἀπὸ τῶν λογισμιῶν ‘ἐνταῦθα ὁ στρατηγὸς ἐλογίσατο, ὡς, εἰ μὲν ἀνοίξει τὰς πύλας, σωθῆναί τε παρασκευάσει τούς τριακοσίους καὶ οὐδὲν ὄφελος αὐτῷ τῆς προδοσίας ἔσται καὶ τῆς ἥττης ἡμῖν ἀπαντήσει παραμυθία, εἰ δὲ μὴ ἀνοίξειεν, ὡς πληρώσει τε τὴν ἐπιθυμίαν καὶ πάντες τεθνήξονται καὶ εἰς στενὸν κομιδῇ καταστήσεται τὰ ἡμέτερα —τοῦτο, ὃ καὶ πράττειν προείλετο’. καὶ παρατηρητέον, ὅτι καὶ τὰ πραττόμενα καὶ τὰς αἰτίας τῶν πραττομένων καὶ τὰ παραλειπόμενα καὶ τὰς αἰτίας τῶν παραλειπομένων καὶ τοὺς λογισμοὺς καὶ πάντα ἐν πολλοῖς κώλοις καὶ ποικίλοις λέγειν δυνάμεθα. Εἰ δὲ τρόπος ἐν διηγήσει τῶν πεπραγμένων πλατύνοιτο, διασκευάζεται τὸ πρόβλημα, οὐ διηγεῖται· αἰτία μὲν γὰρ διήγησιν, τρόπος δὲ διασκευὴν κατασκευάζει. τρόποι δὲ διηγήσεως τρεῖς, ἀπλοῦς, ἐγκατάσκευος, ἐνδιάσκευος. ὅταν μὲν οὖν ᾖ τὰ πράγματα πολλὰ καὶ ποικίλα καὶ ἱκανὰ καὶ βαρῇ τοὺς ἀντιδίκους, ἡμῖν δὲ βοηθῇ, ἁπλῇ χρησόμεθα τῇ διηγήσει· οὐ δεῖται γὰρ ἰσχυρῶν λόγων τὸ αὐτομάτως ἰσχῦον πρᾶγμα. ἐὰν δὲ σύντομος καὶ πολιτικὴ ἡ διήγησις, τῷ ἐγκατασκεύῳ χρησόμεθα τρόπῳ ταῖς αἰτίαις κατασκευάζοντες αὐτήν, ἵνα γένηται ῥητορικωτέρα τῇ προσθήκῃ τῶν αἰτιῶν εἰς τὴν κατασκευὴν βοηθουμένη. ἐἀν δὲ ᾖ σύντομος καὶ φαιδροτέρα, τῷ ἐνδιασκεύῳ χρησόμεθα τρόπῳ μὴ φειδόμενοι μηδὲ τῶν ἀπὸ τοῦ τρόπου κατασκευῶν· ἐνδιάσκευος γάρτοι διὰ τοῦτο κέκληται, ὅτι τοῖς ἀπὸ τῆς διασκευῆς μέρεσι βοηθεῖται. ἔφαμεν δὲ ῆδη φθάσαντες, ὅτι αἰτία μὲν κατασκευάζει, τρόπος δὲ διασκευάζει. Ἁπλῆ μὲν οὖν διήγησις παρὰ Δημοσθένει ἐν τῷ Κατὰ Κόνωνος αἰκίας «τέξήλθομεν εἰς Πάνακτον ἔτος τουτὶ τρίτον. καὶ μεθʼ ἡμῶν ἐσκήνωσαν οί Κόνωνος υἱεῖς καὶ προσούρουν τε ἡμῖν καὶ τὰς ἀμίδας κατερρήγνυον»· οὐ γὰρ εἶχε μιᾶλλον δεινῶσαι τῷ λόγῳ ἢ τὰ πράγματα λέγων αὐτὰ ὁ ῥήτωρ ψιλά, ἂ ἔπραττον ἐκεῖνοι· γυμνὰ γάρτοι λεγόμενα πλέον ἰσχὑν ἔλαβεν, ἢ εἴ τις αὐτὰ ἐκόσμει λόγοις. Ἐγκατάσκευος δέ ἐστιν ἡ Κατὰ Ἀριστοκράτους. φάσκων γὰρ λερρόνησον κινδυνεύειν τῇ πόλει τὰς αἰτίας λέγει, διʼ ἅς ἐσῴζετο, καὶ τὰς αἰτίας, ἐξ ὧν ἀπολεῖται· «ἔστι γὰρ τοῦτο, τελευτήσαντος Κότυος Βηρισάδην καὶ Ἀμάδοκον καὶ Κερσοβλέπτην τρεῖς ἀνθʼ ἑνὸς ὕρκης γενέσθαι βασιλέας· συμβέβηκε γὰρ ἐκ τούτου αὐτοῖς μὲν ἀντιπάλους εἶναι τούτους, ὑμᾶς δὲ ὑπέρχεσθαι καὶ θεραπεύεινx. καὶ καθάπαξ ἡ διήγησις πᾶσα διὰ τῆς θεωρίας πεπλήρωται ταύτης. Ἐνδιάσκευον δὲ ἐκεῖνο τὸ μέρος τῆς διηγήσεως ἐν τῷ Περὶ τῆς παραπρεσβείας παρὰ τῷ Δημοσθένει «θέαμα δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐλεεινόν· ὅτε γὰρ νῦν ἐπορευόμεθα εἰς Δελφούς, ἐξ ἀνάγκης ἦν ὁρᾶν ταῦτα πάντα, οἰκίας κατεσκαμμένας, τείχη σεριῇρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάρια ὀλίγα καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς». Τὸ δὲ ἄριστον καὶ ἀναγκαιότατον εἰδέναι, ὅτι τῶν διηγήσεων αἱ μὲν πλεῖσται πᾶσιν ὑποπίπτουσι τοῖς τρόποις, ὥστε τινὰ μὲν αὐτῶν μέρη ἀπλᾶ εἶναι, τινὰ δὲ ἐγκατάσκευα, τινὰ δὲ ἐνδιάσκευα, ὡς φαίνεται ἡ διήγησις αὕτη παρὰ τῷ Δημοσθένει, μᾶλλον δὲ αἱ πλείους· τὸ μὲν γὰρ λέγειν ὑμεῖς τοῦτον ἐχειροτονήσατε πρεσβευτὴν οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα, ἀλλʼ ὡς τῶν φυλαξόντων τοὺς ἀλλουςʼ τῆς ἐγκατασκεύου μέρος ἐστί, τὸ δὲ λέγειν ‘ὁ δὲ τῇ πρώτῃ τῶν ἐκκλησιῶν πάντα εἰπὼν κατὰ ψιλοκράτους, τῇ δʼ ὑστεραίᾳ μεταβαλόμενος δῆλός ἐστι προδιδόναιʼ ἀπλῶς λέγει καὶ ἀπλῶς διηγεῖται, ἐπὶ τέλει δὲ ἐδείξαμεν ὅτι ἐνδιασκεύως τὰ περὶ Θωκέας διηγεῖται. Ἀκμὴ δὲ διηγήσεως τριχῶς γίνεται, ἤτοι τοῦ πράγματος αὐτοῦ ἢ τῆς ἀξιώσεως ἢ τῆς αἰτίας τῆς ἀξιώσεως συνεχῶς διαφόροις κώλοις καὶ ποικίλοις λεγομένης, ἢ καὶ τῶν δύο ἢ καὶ τῶν τριῶν πολλάκις ὁμοίως παραλαμβανομένων· οὕτω γὰρ ἡ ἀκμὴ μείζων γίνεται καὶ ποικίλη μᾶλλον, ἐὰν τὸ πρᾶγμα τρισὶ κώλοις ἤ τέτρασιν εἴπωμεν, ἐπὶ τέλει δὲ καὶ τὴν ἀξίωσιν καὶ τῆς ἀξιώσεως τὴν αἰτίαν. οἷον ἐνώπιόν τις τῆς μητρὸς ἀπέκτεινε τὸν υίὸν κατὰ τὸν τῶν ἀκρίτων νόμον, ἐξἐθανεν ἡ μήτηρ, καὶ κρίνεται ὁ πατὴρ αἰτίας θανάτου· ‘καὶ συλλαβὼν τὸν υίὸν ἔπαιεν, ἐτίτρωσκεν, ἐφόνευεν ὁμοῦ τῇ γυναικί, ὡς ἀλλοτρίους, ὡς ἐχθρούς, ὡς ἔκ τινος τῶν πολεμίων γεγονόταςʼ τὸ πρᾶγμα τοῦτο· εἶτα ἡ ἀξίωσις ‘τίς οὐκ ἀγανακτεῖ, τίς οὐκ ὀργίζεται, τίς οὐ χαλεπαίνει τοῖς γεγενημένοις; τίς οὐκ ἀπαιτεῖ τὴν προσήκουσαν τιμωρίανʼ, εἶτα ἡ αἰτία διʼ ὃν πεπλήρωται μιασμάτων ἡ οἰκία, διʼ ὅν ἄθεσμοι φόνοι, διʼ ὅν ἀσεβεῖς σφαγαί, διʼ ὅν γένος ὅλον ἔρριπται πεφονευμένον, παρʼ οὗ ἥκιστά τις ἂν προσεδόκησεν; ʼ