Ancient Greek · ~7 min
Β
Hermogenes, Περὶ εὑρέσεως Περὶ ἀσεβείας ἢ φόκου.
Not analysed yet
Ἐὰν δὲ ἀσεβείας κατηγορῶμέν τινος, πρὸ τοῦ κατηγορουμένου ἐγκλήματος τὰ πρεσβύτερα ζητοῦντες ἀδικήματα προδιηγησόμεθα, καὶ εἴ τι ἀσεβὲς φθάνοι ἄλλο προειργασμένος. κἂν μὲν ἱστορίαν ἔχωμεν, ἀπʼ ἐκείνης ζητήσομεν· ἂν δὲ ἰδιωτικὸν ᾖ τὸ πρόβλημα, κατὰ παράλειψιν διασύροντες φήσομεν ῾ἐγὼ τὸν μὲν ἄλλον βίον παραλιμπάνω λέγειν ὡς ἀσεβὴς καὶ ἐναγὴς καὶ κατὰ πάντα ἀποτρόπαιος, ὡς ἂν μὴ δοκοίην ἐνοχλεῖν ὑμᾶς μάτην, περὶ ὧν νῦν οὐ δικάζετε, περὶ τούτων ἀκούοντας, ἀλλὰ τὸ τελευταῖον αὐτῷ τολμηθὲν ἀσέβημα διέξειμι πρὸς ὑμᾶςʼ· οἷον μυούμενός τις ἐμάνη καὶ ἀσεβείας κρίνεται· ἡ αὐτὴ γὰρ προδιήγησις ἁρμόσει τῷ προβλήματι, εἶτα καταβησόμεθα εἰς τὴν διήγησιν ῾ἐπειδὴ γὰρ ὁ καιρὸς ἐνέστη τῶν μυστηρίων καὶ ἔδει μυεῖσθαι καθαρούς εἰσιόντας εἰς τὸ ἀνάκτορον, τηνικάδε καὶ οὗτος οὔτε καθηράμενος ἀπὸ τῶν ἀσεβημάτων οὔτε ἁγνεύσας οὕτωʼ καὶ τὰ ἑξῆς. ἐν δὲ τοῖς ἀπὸ ἱστορίας οὕτω· κρίνονται Ἀθηναῖοι ἀσεβείας ἐπὶ Ποτιδαίᾳ· ὅτι Ἀθηναῖοι ἀρχῆθεν ἀσεβεῖς, καὶ ὅτι Λακεδαιμόνιοι διὰ τοῦτο πρὸς αὐτοὺς τὸν πόλεμον ἐξενηνόχασι, καὶ ὅτι πρῶτον μὲν τὸ Κυλώνειον ἄγος οὐκ ἠθέλησαν ἐλάσαι, εἶθʼ ὅτι τὰς τριακοντούτεις σπονδὰς ἔλυσαν, εἶθʼ ὅτι πόλεις ἀσεβῶς Ἑλληνίδας τὰς μὲν ἀνέστησαν τὰς δὲ ἐξώρισαν. εἶτα καταβησόμεθα εἰς τὴν διήγησιν καὶ νῦν Ποτίδαιαν ἄποικον Κορινθίων οὖσανʼ καὶ τὰ ἑξῆς. Ἐὰν δὲ ἀπολογώμεθα, ἀνάπαλιν ποιήσομεν, εἴ τι πρεσβύτερον ἔχοιμεν τῆς κρίσεως βοηθοῦν ἡμῖν ἀπὸ ἱστορίας εὐσεβῶς πεπραγμένον, λέγοντες, εἰ δὲ ἰδιωτικὸν εἴη τὸ πρόβλημα, κατὰ παράλειψιν εἰσάγοντες, ὥσπερ ἐν ταῖς κατηγορίαις ἔφαμεν. Ὁμοίως κἂν φόνου κατηγορῶμεν ἢ βίας ἢ τοιούτων ἀδικημάτων, τὸν αὐτὸν τρόπον τὰ πρεσβύτερα βίαια ζητήσομεν, εἰ ἔχοιμεν, ἀπὸ ἱστορίας, εἰ δὲ μή, κατὰ παράλειψιν τιθέντες· καὶ ἐν ταῖς ἀπολογίαις ὁμοίως τὰς ἐπιεικείας ἢ ἀπὸ ἱστορίας βοηθούμενοι τιθέντες ἢ κατὰ παράλειψιν εἰσάγοντες. ποιοῦσι δὲ τὰς τοιαύτας προδιηγήσεις ἐπὶ μὲν τῶν πόλεων αἱ πράξεις, ἐπὶ δ τῶν ἀνδρῶν οἱ βίοι προχωροῦντες εἰς τὰς τῆς διηγήσεως χρείας.