Ancient Greek · ~4 min
Β
Hermogenes, Περὶ εὑρέσεως Περὶ καταστάσεως ἤγουν διηγήσεως.
Not analysed yet
1 Διήγησίς ἐστι παντὸς μὲν προβλήματος αὐτὸ τὸ πρᾶγμα, ἐξ οὗ συνέστηκεν ἡ ὑπόθεσις. καὶ διὰ τοῦτο διήγησιν μὲν εὑρεῖν οὐ δύσκολον· φαίνεται γὰρ τοῦ πράγματος πλατυνομένου τοῖς τρόποις, οἷς ἐκθήσομαι· τὴν δὲ προκατάστασιν τῆς διηγήσεως τὴν καὶ προδιήγησιν καλουμένην ἄξιον ἐξετάσαι, πόθεν ληφθήσεται καὶ ἀπὸ τρόπων ὁπόσων, καὶ εἰ ὁμοίως ἐν πᾶσι προβλήμασιν ἡ αὐτὴ ἢ καθʼ ἕκαστον εἶδος ζητήματος ἰδία τις εὕρεσις προκαταστάσεως γίνεται. Ὡς ἐν κεφαλαίῳ μὲν οὖν εἰπεῖν πάσης διηγήσεως ἐν παντὶ προβλήματι ζητητέον τὰ πρεσβύτερα μέν, χρήσιμα δὲ τῇ ὑποκειμένῃ ἀξιώσει ἢ κρίσει, κἀκεῖθεν λαμβάνειν ἄξιον, καὶ προκαταστήσαντας ὡς προσήκει τὴν προδιήγησιν οὕτως εἰς αὐτὴν χωρῆσαι τὴν ἐμφαινομιένην ἐν αὐτῷ τῷ προβλήματι διήγησιν· ἄτεχνον γὰρ καὶ ἰδιωτικὸν τὸ τῆς διηγήσεως αὐτόθεν ἄρχεσθαι, ὅθεν καὶ τὸ πρόβλημα λέγει. ἀλλʼ ἐπεὶ τῶν προβλημάτων εἴδη ποικίλα καὶ τῶν πραγμάτων αἱ ζητήσεις διάφοροι, ποικίλας καὶ τὰς εὑρέσεις παραδώσομεν, ὥστε τεθείσης ὑποθέσεως αὐτίκα εἰδέναι, ἐφʼ ὃ τρεπτέον ἐστὶν εἰς εὕρεσιν τῆς προκαταστάσεως τεχνικόν.