Ancient Greek · ~12 min
Β
Hermogenes, Περὶ εὑρέσεως Περὶ μετοικιῶν καὶ τῆς ἐν τούτοις εὐρέσειως..1
Not analysed yet
Οἱ περὶ μετοικίας βουλευόμενοι δυοῖν τούτοιν ἕνεκεν 2 θατέρου τὴν βουλὴν ἔχουσιν· ἢ γὰρ προσόντος ἀγαθοῦ καὶ ἀφανισθέντος λύπῃ τῶν ἀπολωλότων βουλεύονται μετοικεῖν, οἷον Λυδοὶ μὴ ῥέοντος τοῦ Πακτωλοῦ τὸν χρυσὸν ἢ Αἰγύπτιοι μὴ ὑπερβαίνοντος τοῦ Νείλου καὶ ἄρδοντος τὴν γῆν· ἢ προσεπιγενομένου κακοῦ ἀπροσδοκήτου, οἷον σείεται Σικελία συνεχῶς καὶ βουλεύονται μετοικεῖν, ἢ πάλιν ῥεῖ ἐπὶ τὴν Κατάνην ἀπὸ τῆς Αἴτνης τὸ πῦρ καὶ βουλεύονται μετοικεῖν. Εἰ μὲν οὖν ἀγαθοῦ τινος ἐπιλείποντος βουλευόμεθα μετοικεῖν, τὴν προκατάστασιν λέξομεν λαβόντες ἐντεῦθεν ῾οἷ πρόγονοι τὰς πόλεις ἔκτισαν ἢ τὴν πόλιν ἐνταῦθα οὐδενὶ τῶν ἄλλων ἐπαρθέντες ἢ τούτῳ τῷ ἀγαθῷ. μέχρι μὲν οὖν πάγιον ἦν καὶ βέβαιον, εἰκότως ἐμένομεν· καὶ γὰρ ἀπελαύομεν τῶν ἀγαθῶν· ἐπεὶ δὲ οἴχεται, μετοικισθῆναι δίκαιονʼ. εἰ δὲ κακὸν ἐπιγένηταί τι, λέξομεν τὴν προκατάστασιν ὡς ῾οἷ πρόγονοι μηδεμιᾶς ἐλπίδος ἐμφαινομένης τοιούτου κακοῦ ἔκτισαν ἐνταυθοῖ τὴν πόλιν· εἰ γὰρ ᾔδεσαν, οὐκ ἂν ἔκτισανʼ. ὁ δὲ ἀξιῶν μένειν ὁμοίως καὶ αὐτὸς ἀναβήσεται ἐπὶ τὰς κτίσεις τῶν προγόνων, ὧν πρεσβύτερον οὐδέν, λέξει δὲ ἀγαθοῦ μέν τινος λείποντος ὡς ῾οὐ διὰτο ἔκτισαν ἐνταυθοῖ τὴν πόλιν οἱ πρόγονοι οὐδὲ τούτῳ μόνῳ ἐπαρθέντες, ἀλλὰ καὶ ἄλλοις πολλοῖς, ὧν προσόντων οὐ δεῖ τὴν ἀπουσίαν τοῦ ἑνὸς ὁδύρεσθαιʼ. ἐὰν δὲ κακοῦ ἐπιγενομένου, λέξει ὅτι ῾οὐχ ὡς ἀπαθῆ καὶ ἀθάνατον ἔκτισαν οἱ πρόγονοι τὴν πόλιν, ἀλλʼ ὡς ὑποκειμένην καὶ αὐτὴν πάθεσιν ἀνθρωπίνοιςʼ. Θῶμεν δὲ καὶ ἐπὶ παραδείγματος· βουλεύονται Αἰγύπτιοι μετοικεῖν τοῦ Νείλου μὴ ἐπαναβαίνοντος ἔτι· ἐρεῖς οὕτω ‘δοκῶ τοι καὶ τοὺς προγόνους οὐδενὶ τῶν ἄλλων ἐπαρθέντας τὴν Αἴγυπτον οἰκῆσαι, ἐπεὶ μήτε ὀρῶν ἀσφάλεια μήτε ποταμῶν ἄλλων κάλλος ἐν Αἰγύπτῳ φαίνεται μήτε πρὸς φυτείαν ἐπιτήδειος —οὔτε γάρ εἰσιν ἐλαῖαι παρʼ ἡμῖν οὔτε ἄμπελοι —,τῇ δὲ τοῦ ποταμοῦ χαίροντας φορᾷ καὶ τῇ παραδόξῳ γεωργίᾳ’. ὁ δὲ ἀξιῶν μένειν ἐρεῖ ὡς ‘οὐ διὰ τὸν ποταμὸν μόνον οἱ πρόγονοι τὸν οἰκισμὸν ἐποιήσαντο τῆς Αἰγύπτου, ἀλλὰ πολλὰ αὐτῆς καὶ ἄλλα θαυμάσαντες, τὴν κρᾶσιν τὴν τῶν ἀέρων, τὸ τῶν πεδίων εὐήλατον, τὸ εἰς τὰ ἄλλα τῆς γῆς εὔφορον, τὴν τῆς θαλάσσης γειτνίασιν καὶ τὴν τοῦ ποταμοῦ πρὸς τὰ ἄλλα χρείαν, καὶ οὐ διὰ τὴν ἀρδείαν μόνον, ἣν καὶ αὐτὴν ἔχειν ἔστιν ἀνθρώποις γε οὖσι καὶ παρὰ τοῦ θεοῦ· οὐ γὰρ ἔξω που τῶν ὅρων οὐρανοῦ τὰς πόλεις ὑπετίθεσανʼ. —Καὶ πάλιν· ῥεῖ τὸ πῦρ ἐπὶ τὴν Κατάνην ἀπὸ τῆς Αἴτνης καὶ βουλεύονται μετοικεῖν· ὁ μὲν ἀξιῶν μετοικεῖν ἐρεῖ τὸν τρόπον τοῦτον ‘οὐδὲ γὰρ τοὺς προγόνους μοι δοκῶ κτίσαι τὴν Κατάνην ὑπὸ τὴν Αἴτνην φέροντας, εἰ τοιαύτας ἔσεσθαι συμφορὰς προσεδόκησαν, ἀλλὰ νομίζοντας ἐν ὁρίοις στήσεσθαι τὸ πῦρ. μέχρι μὲν οὖν ἐφύλαττε τοὺς ὅρους, καὶ ἡμεῖς ἐμένομεν· ἐπεὶ δὲ ὑπερβαίνει καὶ κατατρέχει τὴν πόλιν, μετοικιζώμεθα᾿ . ὁ δὲ ἀξιῶν μένειν οὕτως ῾οὐδὲ γὰρ τοὺς προγόνους τοὺς κτίσαντας τὴν Κατάνην ἐνταῦθα ἔλαθε πλησίον οὖσα ἡ Αἴτνη, καὶ ὡς πυρὸς ἔχει ῥύακας, καὶ ὡς φύσις αὕτη πυρὸς ὑπερβαίνειν τε τοὺς ὅρους, ἐν οἷς ἂν ἑστήκῃ, καὶ ῥεῖν· ἀλλʼ οὐχ ὡς ἀθάνατον οὐδʼ ὡς ἀπαθῆ κακῶν ἐσομένην καὶ ἀπείρατον πυρὸς ἔκτιζον τὴν Κατάνην· πολλοῖς γάρτοι καὶ μὴ Κατάνην οἰκοῦσιν ἠνώχλησε πῦρ τοῖς μὲν αὐτόματον, τοῖς δὲ ἐξ ἐπιβουλῆς, τοῖς δὲ καὶ ἐξ οὐρανοῦʼ.