Ancient Greek · ~10 min
Α
Hermogenes, Περὶ εὑρέσεως Περὶ παντὸς προοιμίου, καὶ ἐκ πόσων μερῶν συηέστηκεν.
Not analysed yet
5 Σύγκειται δὲ πᾶν προοίμιον ἐκ προτάσεως, ἥτις ἐστὶν ἐκ τῶν μαθημάτων εὑρισκομένη τῶν προκειμένων, ἐξ ὧν δή τοι καὶ γίνεται, ἐκ κατασκευῆς, ἐξ ἀποδόσεως, ἥτις ἐστὶν ἀξίωσις, ἐκ βάσεως, ἣ συνάγει τὴν πρότασιν καὶ τὴν ἀπόδοσιν. Ἐὰν μὲν οὖν θελήσωμεν πολιτικώτερον στῆσαι τὸ προοίμιον, εἰς τὴν ἀξίωσιν ψιλὴν αὐτὸ στήσομεν. ἐὰν δὲ προστιθῶμεν καὶ τὴν αἰτίαν τῆς ἀξιώσεως ἁπτόμενοι τοῦ πράγματος αὐτοῦ, πανηγυρικωτέρα γίνεται ἡ βάσις, καὶ μάλιστα, ἂν μὴ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἀπλῶς εἴπωμεν ἀλλʼ ἐπιφωνηματικῶς. ποιεῖ δὲ πανηγυρικὴν τὴν βάσιν καὶ ἡ εὐρυθμία, ἵνα τὸ πανηγυρικὸν ᾖ διπλοῦν, ἢ ἐν τῷ λόγῳ διὰ τὴν εὐρυθμίαν ἐν τῷ νῷ διὰ τὴν ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους φιλοτιμίαν. —Δεῖ δὲ τὸ προοίμιον ἐν μὲν τοῖς πολιτικοῖς ἡρμηνεῦσθαι μακροτέροις τοῖς κώλοις καὶ σχοινοτενέσιν, ἐν δὲ τοῖς παθητικοῖς συνεστραμμένοις καὶ εὐκόλοις μᾶλλον. —Περιβολὴ δὲ αὐτάρκης προοιμίων διπλασιάσαι ὄνομα καὶ διπλασιάσαι κῶλον καὶ προτάσεως ἀπὸ αἰτίας κατασκευή. καὶ ὄνομα μέν, ἂν λέγωμεν «πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν» καὶ «ὑπὲρ ὑμῶν καὶ τῆς ὑμετέρας εὐσεβείας καὶ δόξης». κῶλον δὲ ὡς ἐν τῷ Κατὰ Ἀριστοκράτους «ὑπὲρ τοῦ Χερρόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς». προτάσεως δὲ ἐξ αἰτίας κατασκευή, ἂν λέγωμεν —πολλαχῇ δὲ δυνάμεθα εἰπεῖν —῾τὰ μὲν τούτῳ τετολμημένα λέληθεν ὑμῶν οὐδέναʼ τοῦτο ἡ πρότασις, ἡ δὲ κατασκευὴ ἐξ αἰτίας ἐπεὶ μηδὲ οὕτως ἐστὶ μικρὰ τὰ τετολμημένα, ὡς δύ. νασθαι καὶ λαθεῖνʼ. λεκτέον δὲ καὶ ἐπὶ παραδείγματος· πωλοῦσι τὰ τέκνα οἱ νησιῶται, καὶ γράφει τις παρὰ Ἀθηναίοις ἐπανεῖναι τὸν φόρον· ῾οἷα μὲν οὖν, ὦ Ἀθηναῖοι, πάσχουσιν οἱ νησιῶται κακὰ προφάσει τῶν φόρων, λέληθεν οὔτε ὑμᾶς οὔτε τῶν ἄλλων Ἑλλήνων οὐδέναʼ τοῦτο ἡ πρότασις· ῾καὶ γὰρ οὐδὲ οὕτως ἐστὶ μέτριον, ὃ τολμῶσι περὶ τὰ φίλτατα, ὥστε λαθεῖν ἐνεῖναι δύνασθαιʼ τοῦτο ἡ κατασκευὴ τῆς προτάσεως· εἶτα ἡ ἀπόδοσις ῾ὑμᾶς δὲ προσήκει πρόνοιαν ποιουμένους τῆς ὑμετέρας εὐδοξίας ἐπανεῖναι τοῖς ἀθλίοις τὸν φόρον καὶ μηκέθʼ οὕτως ὀχληροὺς καθίστασθαιʼ. ἐὰν μὲν οὖν πολιτικῶς ἐθελήσῃς στῆσαι, οὕτω στήσεις τὴν ἀξίωσιν· εἰ δὲ βούλει, πρόσθες καὶ τὴν τῆς ἀξιώσεως αἰτίαν, τουτέστιν αὐτὸ τὸ πρᾶγμα, αὐτὸ λέγω τὸ ἀπʼ ἀρχῆς ἄχρι τέλους γυμνόν· καὶ ἐὰν θελήσωμεν εἰπεῖν τὸ ἀπʼ ἀρχῆς ἄχρι τέλους τολμῶντες ἐπιφωνηματικώτερον, ἔσται καὶ οὕτως πανηγυρικὴ ἡ βάσις ῾διʼ ὃν ἀναγκαζόμεναι δυστυχοῦσιν ἀπαιδίαν αἱ νῆσοιʼ.