Ancient Greek · ~21 min
Γ
Hermogenes, Περὶ εὑρέσεως Περὶ κεφαλαίυn..1
Not analysed yet
4 Περὶ μὲν τῆς τῶν κεφαλαίων εὑρέσεως κατὰ τὴν διαιρετικὴν ἐξεθέμεθα τέχνην, καὶ ὅσα ἑκάστης τῶν στάσεων ἴδια καὶ ὅσα κοινὰ καὶ τὰ τούτων διάφορα· νυνὶ δὲ πρόκειται δεῖξαι, πῶς τῆς διαιρετικῆς τέχνης ὑποβαλλομένης τῶν κεφαλαίων ἕκαστον ἡμεῖς ἐκλαβόντες αὐτὸ κατασκευάσομεν· τὸ γὰρ πᾶν τῆς ῥητορικῆς ἰσχυρὸν ἐν τούτοις ἵσταται καὶ τὸ τῆς νίκης κράτος ἐν τῇ κατασκευῇ τῶν κεφαλαίων διαφαίνεται. Κεφάλαιον τοίνυν ἤτοι παρʼ ἡμῶν αὐτῶν εἰσάγομεν, ὅ δεῖται κατασκευῆς, ἢ παρὰ τῶν ἐχθρῶν τίθεται, ὅ δεῖται λύσεως. οἷον ἐὰν μὲν ἀπολογώμεθα ἐν τοῖς στοχασμοῖς, τὴν τῶν ἐλέγχων ἀπαίτησιν ἡμεῖς εἰσάγομεν λέγοντες ἐλέγχους πάρασχεʼ, εἶτα κατασκευάζομεν ἐκ τῶν ἐπιχειρημάτων συνιστάντες ὅτι δεῖ παντὸς πράγματος ἐλέγχους παρέχεσθαι καὶ παντὸς ἐγκλήματοςʼ. ἐὰν δὲ κατηγορῶμεν, ἀνάγκη τοῦ ἐχθροῦ τὸ κεφάλαιον τιθέντος καὶ λέγοντος ἐλέγχους πάρασχεʼ ἡμᾶς λύειν λέγοντας οὐ δεῖ ἐλέγχους παρέχεσθαι παντὸς πράγματοςʼ καὶ εἰς τοῦτο κατασκευῆς εὐπορῆσαι τῆς ἀπὸ τῶν ἐπιχειρημάτων, ἵνα δείξωμεν, ὅτι μὴ δεῖ τούς ἐλέγχους ἀπαιτεῖν. καὶ ἐν ταῖς πραγματικαῖς, εἰ τύχοι, ἢ τιθέ. μέθᾳ κεφάλαιον λέγοντες οὐ δεῖ καινοτομεῖνʼ ἢ οὐ δεῖ παρὰ τὰ δόξαντα λέγεινʼ ἢ ‘οὐ δεῖ ἔθος καταλύεινʼ, καὶ ὅ τι ἂν τούτων εἰσάγωμεν, ἐκ τῶν ἐπιχειρημάτων εἰς τὰς κατασκευὰς βοηθούμεθα δεικνύντες, ὅτι μηδὲν τούτων δεῖ ποιεῖν, ἢ καινοτομεῖν ἢ τὰ δόξαντα λύειν ἢ ἔθος παραβαίνειν· ἢ τεθὲν παρὰ τῶν ἀντιδίκων λεγόντων, ὅτι οὐ δεῖ ταῦτα ποιεῖν, ἡμεῖς αὗθις δεόμεθα λύσεως, ἵνα δείξωμεν, ὅτι δεῖ καινοτομεῖν καὶ τὰ δόξαντα λύειν καὶ ἔθος παραβαίνειν, καὶ εἰς τὴν τούτων κατασκευὴν βοηθούμεθα τοῖς ἐπιχειρήμασι. Πολλῶν δὲ πολλὰ ἐκθεμένων περὶ ἐπιχειρήματος καὶ πολύν ἀναλωσάντων λόγον καὶ μηδενὸς δυνηθέντος σαφῶς παραστῆσαι, πειράσομιαι ὅτι μάλιστα σαφέστατα διακρῖναι, τίς εὕρεσις ἔπιχειρήματος, ὅ κατασκευάζει τὸ κεφάλαιον ἢ τὴν λύσιν, καὶ τίς εὕρεσις ἐργασίας, ἢ κατασκευάζει τὸ ἐπιχείρημα, καὶ τίς εὕρεσις ἐνθυμήματος, ὅ κατασκευάζει τὴν ἐργασίαν. ἐὰν μὲν οὖν ἡμεῖς εἰσάγωμεν κεφάλαιον, ἁπλῆς δεήσει τῆς θέσεως καὶ τῆς εἰς τοῦτο κατασκευῆς εὐπορήσομεν ἀπὸ τῶν ἐπιχειρημάτων μετὰ προτάσεως. τὸ δὲ ἐντελέστερον, ἐὰν τιθῆται ἀπὸ τῶν ἐχθρῶν καὶ εἰσάγηται· τότε γὰρ δεῖ κοσμῆσαι τὸ κεφάλαιον προτάσει, ὑποφορᾷ, ἀντιπροτάσει, λύσει τῇ καὶ ἀνθυποφορὰ καλουμένῃ. ὃ δὲ τούτων ἕκαστόν ἐστι, σαφῶς παραστήσω· πρότασις μὲν γάρ ἐστιν ἡ ἐπαγγελία τῆς ὑποφορᾶς, ὑποφορὰ δὲ ὁ τοῦ ἐχθροῦ λόγος, ἀντιπρότασις δὲ ἡ τῆς λύσεως ἐπαγγελία, εἶτα ἡ λύσις, ἢν ποιούμεθα ἐκ τῆς τῶν ἐπιχειρημιάτων κατασκευῆς. οἷον εἰ τύχοι κατατρέχει Χερρόνησον ίλιππος, γράφει Δημοσθένης διορύξαι τὸν σθμόν· ‘τάχα τοίνυν καὶ τοιοῦτος ῆξει λόγος παρὰ τῶν ἀντιδίκωνʼ τοῦτο ἡ πρότασις, ‘ὡς χαλεπὸν διορύξαι λερρόνησονʼ τοῦτο ἡ ὑποφορά, ἔστι δὲ τοῦτον αὐτῶν οὐ χαλεπὸν διαλῦσαι τὸν λόγονʼ τοῦτο ἡ ἀντιπρότασις, ‘τὸ γὰρ διορύσσειν πρᾶγμα ῥάδιονʼ τοῦτο ἡ λύσις, ἥτις δεῖται ἐπιχειρημάτων. Τ μὲν οὑν πλῆρες κεφάλαιον οὕτω. —Δείπει δὲ πολλάκις ἡ πρότασις οὐδὲν βλάπτουσα τὴν ὑποφοράν —κόσμος γάρ ἐστι τοῦ λόγου καὶ πλέον οὐδὲν πολλάκις· ἐσθ’ ὅτε γὰρ καὶ θεωρίας ἐνδείγματα καλλίστης ἐμφανίζουσιν ἥ τε πρότασις καὶ ἡ ἀντιπρότασις, εἰ τῆς ἑρμηνείας τοῖς ὀνόμασι προσέχοιμεν, ἐξ ὧν τὸ εἶδος τῆς ὑποφορᾶς ὅπως διασύρεται καὶ διαδείκνυται θεωροῦμεν —,οἷον τὰγανακτήσει τοίνυν αὐτίκα δὴ μάλα, ὡ ἐγὼ πυνθάνομαι, εἰ μόνος τῶν ἐνταυθοῖ πολιτευομένων λόγων εὐθύνας ὑφέξει». εἰ μὲν γὰρ ἔλεγε πυνθάνομαι τοίνυν αὐτὸν περιάγοντα κατὰ τὴν ἀγορὰν λέγειν, ἅ καὶ νῦν ἴσως πρὸς ὑμᾶς ἐρεῖ ἀγανακτῶν, εἰ μόνος τῶν ἐνταυθοῖ πολιτευομένων λόγων εὐθύνας ὑφέξειʼ, μετὰ προτάσεως ἔκειτο· ἐν οἷς γὰρ λόγοις ἐλπίζεται ἡ ὑποφορά, τοῦτύ ἐστιν ἡ πρότασις· τὸ δὲ λέγειν τὰγανακτήσει τοίνυν, εἰ μόνος τῶν ἐνταυθοῖ πολιτευομένων λόγων εὐθύνας ὑφέξει» τοῦτό ἐστιν ἡ ὑποφορά. —Ποτὲ δὲ ἡ ἀντιπρότασις λείπει, τουτέστιν ἡ τῆς λύσεως ἐπαγγελία, οἶον «ἔστι δὲ οὐκ ἄδηλον, ὦ Ἀθηναῖοι, τοῦθʼ, ὅτι Αεπτίνης, κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ, δίκαιον μὲν οὐδὲν ἐρεῖ περὶ αὐτοῦx μέχρι τούτου ἡ πρότασις· τρήσει δὲ ἀναξίους τινὰς ἀνθρώπους εὑρομένους ἀτέλειαν ἐκδεδυκέναι τὰς λειτουργίας» τοῦτο ἡ ὑποφορά· «τέγὼ δὲ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν δωρεὰν τῶν ἀδίκων ἐστίν, ἐάσω τοῦτο εὐθέως ἡ λύσις. λείπει δὲ ἡ ἀντιπρότασις· ἦν δὲ ἄν πλῆρες, εἰ ἔλεγε ‘χρὴ δὲ ὑμιᾶς, ὦ Ἀθηναῖοι, μηδαμῶς ἀποδέχεσθαι τοῦτον τὸν λόγον· τὸ γὰρ τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν δωρεὰν ἄδικον´. —Καὶ ἡ ἀντιπρότασις μέντοι λείπουσα οὐδὲν τῷ νοήματι λυμαίνεται, ἀλλὰ τὴν αὐτὴν ἔχει δύναμιν τῇ προτάσει, ἥτις μόνον κόσμος ἐστὶ τῷ λόγῳ· ἐπεὶ πολλάκις καὶ χῶρὶς προτάσεως καὶ ἀντιπροτάσεως εὑρίσκομεν παρὰ τοῖς ἀρχαίοις, οἷον «ἀλλ’ ἀδίκως, φησίν, ἦρξας» ἡ ὑποφορὰ χωρὶς προτάσεως· «τεἶτα παρων, ὅτε με εἰσῆγον οἱ λογισταί, οὐ κατηγόρεις; ἡ λύσις χωρὶς ἀντιπροτάσεως. —Τὸ δὲ πλῆρες ἀπὸ τῶν ἀρχαίων οὕτω «εῶΦίλιππος γὰρ ἄρχεται μὲν περὶ Ἁλοννήσου λέγων, ὡς ὑμῖν δίδωσιν ἑαυτοῦ οὗσαν, ὑμᾶς δὲ οὔ φησι δικαίως αὐτὸν ἀπαιτεῖν· οὐ γὰρ ὑμετέραν οὖσαν οὔτε λαβεῖν οὔτε νῦν ἔχειν. ἔλεγε δὲ καὶ πρὸς ἡμᾶς τοιούτους λόγους, ὅτε πρὸς αὐτὸν ἐπρεσβεύομεν» τοῦτο ὅλον πρότασις· εἶτα ἡ ὑποφορὰ «ὡς λῃστὰς ἀφελόμενος ταύτην τὴν νῆσον κτήσαιτο, καὶ προσήκει αὐτὴν ἑαυτοῦ εἶναι», τοῦτο ἡ ὑποφορά· «τοῦτον δὲ τὸν λόγον, ὡς οὐχ ἔστι δίκαιος, οὐ χαλεπόν ἐστιν αὐτοῦ ἀφελέσθαι» τοῦτο ἡ ἀντιπρότασις· τᾶπαντες γὰρ οἷ λῃσταὶ τοὺς ἀλλοτρίους τόπους καταλαμβάνοντες καὶ τούτους ἐχυροὺς ποιούμενοι ἐντεῦθεν τούς ἄλλους κακῶς ποιοῦσιν. ὅ δὴ τοὺς λῃστὰς τιμωρησάμενος καὶ κρατήσας οὐκ ἄν δήπου εἰκότα λέγοι, εἰ φαίη, ἂ ἐκεῖνοι ἀδίκως καὶ ἀλλότρια εἰχον, ταῦτα ἐᾶν ἑαυτοῦ γίνεσθαι2 τοῦτο ἡ λύσις· καὶ ἡ τοῦ κεφαλαίου εἰσαγωγὴ ἐκ τῶν τεττάρων πεπλήρωται, προτάσεως, ὑποφορᾶς, ἀντιπροτάσεως, λύσεως.