Ancient Greek · ~8 min
Γ
Hermogenes, Περὶ εὑρέσεως Περὶ ἑnστάσετυς καὶ ἀυτιπαραστάσετυς.
Not analysed yet
6 Ἰστέον, ὅτι τὴν ἔνστασιν καὶ ἀντιπαράστασιν ἐναντία κεφάλαια τῆς ἀντιλήψεως ἡ διαιρετικὴ παρέδωκε τέχνη· οἷον ἐξῆν μοι κτεῖναι τὸν υlόνʼ τὸ κεφάλαιον, ε'τια ἡ ἔνστασις ‘οὐκ ἐξῆνʼ, εἶτα ἡ ἀντιπαράστασις ‘εἰ δὲ καὶ ἐξῆν, ἀλλʼ οὐκ ἐμώπιον τῆς μητρόςʼ. καὶ πάλιν ἀνεύθυνος ἐπὶ λόγοιςʼ τὸ κεφάλαιον, ἀλλʼ οὐκ ἀνεύθυνοςʼ ἡ ἔνστασις, εἰ δὲ καὶ ἀνεύθυνος, οὐχ ἵνα ὑβρίζῃς τὴν πόλινʼ ἡ ἀντιπαράστασις. Χρὴ δὲ ἡμᾶς καθʼ ἕκαστον τῶν κεφαλαίων ἐν πάσῃ στάσει πειρᾶσθαι τὰς μάχας καὶ τὰς κατασκευὰς κατʼ εἰκόνα τῆς ἐνστάσεως καὶ ἀντιπαραστάσεως εἰσάγειν· πάντως γὰρ δυοῖν θάτερον, ἢ τὸ τῆς ἐνστάσεως ἢ τὸ τῆς ἀντιπαραστάσεως, βιαιότατον τὸν ῥήτορα ἀποδείξει, οἷον ἐὰν λέγωμεν ὅτι ‘δεῖ καινοτομεῖνʼ, χεφάλαιον, εἶτα λέγωμεν ὅτι καινοτομεῖν προσήκει ἐπὶ τῷ συμφέροντιʼ· τοῦτο γὰρ ἀντιπαραστατικῶς εἰσάξομεν· εἶτα ὅτι μηδὲ καινόνʼ, τοῦτο ἐνστατικῶς. καὶ πάλιν ὅτι δύσκολον τόδε ποιῆσαιʼ, κεφάλαιον· ‘ἀλλʼ οὐ δύσκολονʼ, ἐνστατικῶς· ‘εἰ δὲ καὶ δύσκολον, ποιητέονʼ, ἀντιπαραστατικῶς. Ἅμα γάρτοι καὶ ἡ εὐπορία τῶν νοημάτων καὶ τῶν ἐπιχειρημάτων ἀμύθητος καὶ πολλὴ γίνεται ζητούντων ἡμῶν, εἴτε τὴν ἔνστασιν πρώτην θείημεν εἴτε τὴν ἀντιπαράστασιν, καὶ εἰς ἐκείνην πρῶτον τὴν προκειμένην ἀπὸ τῆς περιστάσεως ζητούντων τὰ ἐπιχειρήματα, εἶτα εἰσαγόντων τὴν ἑτέραν καὶ πάλιν εἰς ἐκείνην ἀπὸ τῆς αὐτῆς περιστάσεως ζητούντων τὰ ἐπιχειρήματα, καὶ εἰς ἄπειρον οὐτος ὁ λογισμὸς τὰ νοήματα ἐξάγει· εἰ γὰρ ἡ ἔνστασις εὕροι δύο ἐπιχειρημάτων πίστεις καὶ ἡ ἀντιπαράστασις δύο καὶ εἰς ἕκαστον ἐπιχείρημα ἐργασίαν δῶμεν καὶ καθʼ ἑκάστην ἐργασίαν αὐθις ἐνθύμημα, τῷ ὄντι εἰς ἄπειρον ὁ τοιοῦτος λογισμὸς τὰ νοήματα ἐξάγει. τοῦτο δὲ ἀπορήσασα ὀλιγάκις ἡ τέχνη πάσχει. ἤδη δὲ ἠρκέσθησαν οἱ παλαιοὶ πολλάκις καὶ δίχα τῶν ἐπιχειρημάτων ἐν ταῖς λύσεσιν αὐτῷ τῷ ἐνστατικῷ καὶ ἀντιπαραστατικῷ χρήσασθαι μόνοις, ὡς μυριάκις ἐν τοῖς ἀρχαίοις ἐπιδείξομεν. τάξιν δὲ οὐκ ἀεὶ τὴν αὐτὴν ἔχει, τί πρῶτον θετέον, ἔνστασιν ἢ ἀντιπαράστασιν, ἀλλὰ τὸ παραδοξότερον ψὐτῶν καὶ βιαιότερον δεύτερον τάττεται, πάσχει δὲ τοῦτο ποτὲ μὲν ἡ ἔνστασις, ποτὲ δὲ ἡ ἀντιπαράστασις.