Ancient Greek · ~24 min
Γ
Hermogenes, Περὶ εὑρέσεως Περὶ προκατασκεηῆς..1
Not analysed yet
2 Ἡ προκατασκευὴ πρεσβύτερόν ἐστι μέρος λόγου τῆς κατασκευῆς, ὡς δηλοῖ καὶ τοῦνομα. ἔργον δὲ αὐτῆς τὸ προεκτίθεσθαι τὰ κεφάλαια καὶ τὰ ζητήματα, οἰς περιπλακεὶς ὁ λόγος συμπληρώσει τὴν ὑπόθεσιν, οἷόν ἐστιν ἐκεῖνο παρὰ τῷ Δημοσθένει τδίκαιον δέ ἐστιν ἴσως ἐμὲ τρία ὑμῖν ὑπεσχημένον, ἕν μὲν ὡς παρὰ τούς νόμους τὸ ψήφισμα είρηται, δεύτερον δὲ ὡς ἀσύμφορόν ἐστι τοῦτο τῇ πόλει, τρίτον δὲ ὡς ἀνάξιός ἐστι τούτων τυχεῖν Χαρίδημος, ἀπάντων τούτων ὑμῖν αἵρεσιν δοῦναι, τί πρῶτον ἢ τί δεύτερον ἢ τί τελευταῖον βουλομένοις ὑμῖν ἐστιν ἀκοῦσαι2· ταῦτα γάρτοι προειπὼν πᾶσαν ἡμῖν ἐπὶ κεφαλαίου τὴν τομὴν ἐσήμανε τοῦ λόγου, εἶτα καθʼ ἕκαστον αὐτῶν λαβὼν διεπεράνατο ταῖς κατασκευαῖς τὰς ἁρμοττούσας ἑκάστῳ τῶν ἐπιχειρήσεων προσαγαγὼν δυνάμεις. καὶ μὴν καὶ ἐν τῷ τῆς Παραπρεσβείας λόγῳ προκατασκευῆς ἔχει χώραν καὶ δύναμιν τὸ λέγειν αὐτὸν «σκέψασθε παρʼ ὑμῖν αὐτοῖς, τίνων προσήκει λόγον παρὰ πρεσβευτοῦ λοβεῖν· πρῶτον μὲν τοίνυν ὧν ἀπήγγειλε, δεύτερον δὲ ὧν ἔπεισε, τρίτον δὲ ὧν προσετάξατε αὐτῷ, μετὰ ταῦτα τῶν χρόνων· ἐφʼ ἄπασι δὲ τούτοις, εἰ ἀδωροδοκήτως ἢ μὴ ταῦτα πάντα πέπρακταιx· καὶ γὰρ ἐνταῦθα ἐπὶ κεφαλαίων τὰ ἐγκλήματα προῦθηκεν, ὧν καθʼ ἕκαστον ἐξελέγξει καὶ ἀποδείξει. εἰ δὲ ζητοίης, εἰ τούτοις τέτμηκε τοῖς κεφαλαίοις τὸν λόγον ἢ εἰ τούτοις μόνοις ἢ εἰ τῇ τάξει ἐχρήσατο τῆς ἐπαγγελίας ἐν τῇ κατασκευῇ, λόγον ἴδιιν ζητεῖς θεωρίας καὶ τέχνην τοῦ τῆς Παραπρεσβείας καὶ οἰκονομίαν, οὐκ ἀναιριῖς τὸ μὴ οὐ προεκτίθεσθαι τὰ κεφάλαια τὸν ῥήτορα, ὅ τῆς προκατασκευῆς ἐστιν ἴδιον· πολὑ δὲ δήπουθεν διενήνοχε τεχνολογῆσαι διδασκαλικὴν θεωρίαν ἢ θεωρῆσαι δικανικὴν ἀνάγκην λόγου πρὸς τὸ χρήσιμον τῶν ζητουμένων διοικονομουμένου· ἐπεὶ κἀκεῖνό σοι ἀστεῖον καὶ χάριεν προειρῆσθαι, ὡς τετηρήκαμεν τὴν προκατασκευὴν ταύτην οὐ μιᾷ χώρᾳ συνεζευγμένην ἀλλὰ διπλῇ· ποτὲ μὲν γὰρ μετὰ τὰ προοίμια τάττει τὴν προκατασκευήν, ὡς ἐν τῷ τῆς Παραπρεσβείας λόγῳ, ποτὲ δὲ μετὰ τὴν διήγησιν, ὡς ἐν τῷ Κατὰ Ἀριστοκράτους λόγῳ. Καὶ τοῦτο μὲν ἐξήρκεσεν ἂν εἰπεῖν ἄλλῳ, ὅτι διττὴν ἔχει χώραν, σοὶ δὲ οὐκ ἀποκρύψομαι παραστῆσαι, τί ποτε τῷ ῥήτορι ἐνενόησα. καὶ γὰρ οὖν καὶ αὐτῷ διαπορῆσαί μοι παρέστη γενομένῳ τοῦ πράγματος ἐν ἐπιστάσει καὶ εὑρὸν τὸν ῥήτορα, εἰ μὲν ἀπατήσειν μὴ μέλλοι τοὺς δικαστάς, ἀλλὰ πληρώσειν τὴν ἐπαγγελίαν καθαρῶς, μετὰ τὴν διήγησιν τιθέντα τὴν προκατασκευὴν καὶ ἅμα συνάπτοντα καὶ ἐπάγοντα τὴν κατασκευήν, ὥστε ἔτι τῆς μνήμης οὔσης ἐναύλου τῆς κατὰ τὴν ἐπαγγελίαν μηδὲν ψεύδεσθαι δοκεῖν, ἀλλʼ ὡς ἐπηγγείλατο τιθέντα τὴν κατασκευὴν οὕτως· ὅταν δὲ μέλλῃ δικαίως μὲν δοκεῖν ἐπαγγέλλεσθαι, τὴν ἐπαγγελίαν δὲ παρʼ οὐδὲν τίθεσθαι, τηνικαῦτα μετὰ τὰ προοίμια προκατασκευάζοντα καὶ μεταξὑ τὴν διήγησιν τάττοντα, εἶθʼ οὕτω τῆς μνήμης διὰ τῆς διηγήσεως ἐξελόντα τὴν ἐπαγγελίαν κατασκευάζοντα ὕστερον, ὡς βούλεται· καθάπερ οὖν ἐν τῷ τῆς Παραπρεσβείας ἑάλωκε λόγῳ· καὶ γὰρ ἐνταῦθα φήσας δεῖν πρῶτον εὐθύνας ἀπαιτεῖν ὧν ἀπήγγειλε, τὸ ‘ἀνεύθυνος ἐπὶ λόγοις’ μετὰ πολλὰ τέθεικε κεφάλαια, καὶ ὅλως τὴν τάξιν τῆς ἐπαγγελίας συγχέας οὐχ ὡς ἐπηγγείλατο κατεσκεύασεν. εἰ δὲ εἰς τὸν λόγον αὐτὸν δέοι λέγειν, καθʼ ἕκαστον τῶν μερῶν ἰδίας ἔχει τέχνας καὶ ἀπορρήτους, οὐ μέντοι τὰ τῆς οἰκονομίας ἐκείνης ἴδια κοινὰ διδασκαλίας τεχνῶν τοιούτων δύναται γενέσθαι. Εὗρον καὶ ἄλλο προκατασκευῆς εἶδος παρευρεθὲν τοῖς ἀρχαίοις, ὃ κεφαλαίων μὲν ἐπαγγελίαν οὐκ ἔχει, ἀπόδειξιν δὲ παρίστησι τοῦ κατὰ τοὺς νόμους δοκεῖν εἰσέρχεσθαι τὴν κρίσιν. προκατασκευὴ δʼ ἂν καλοῖτο καὶ τοῦτο εἰκότως, ὅτι λόγος ἐστὶ πρὸ τῶν κεφαλαίων λεγόμενος εἰκόσι λογισμοῖς πᾶσαν τὴν κατασκευὴν προκαλούμενος. καὶ τούτῳ κέχρηνται πολλοὶ τῶν ἀρχαίων, ἀλλὰ καὶ Δημοσθένης ἐν τῷ Κατὰ Μειδίου. τῆς γὰρ στάσεως οὔσης ὁρικῆς, καὶ τεμνομένων τῶν ὅρων οἷς ἴσμεν τόποις, κέχρηται νοήμασι τοῖς διδοῦσι κατὰ τῶν οὕτως ἀδικησάντων περὶ τὴν ἑορτὴν ἐξουσίαν εἶναι προβολῆς τοῖς κατηγορεῖν ἐσπουδακόσιν, εἰ παρὰ τὰ διωρισμένα τις ἐκ τῶν νομίων ἐν τοῖς Διονυσίοις ποιεῖ, καὶ τοῦτο ἀποδείξας καὶ ἀναγνοὺς ἐκ νόμων οὕτως ἐχώρησεν εἰς τὴν μελέτην τοῦ ὅρου· καίτοι τό γε τὴν κατηγορίαν ἐκ νόμων εἰσιέναι ταύτην οὐδὲν ἔμελλε διοίσειν οὔτε τῇ κατασκευῇ τοῦ ὅρου οὔτε τῇ νίκῃ τοῦ τὸ πραχθὲν ἀσέβειαν εἶναι δοκεῖν, οὐχ ὕβριν. —Καὶ μέντοι καὶ Αἰσχίνης ἐν τῷ Κατὰ Τμάρχου λόγῳ τῷ αὐτῷ τρόπῳ τῆς προκατασκευῆς ἐχρήσατο. καὶ γὰρ ἐκεῖνος πορνείας γραφὴν ἐνστησάμενος καὶ τοῦ τὰ πατρῷα κατεδηδοκέναι τὸν Τμαρχον προκατασκευῇ κέχρηται τῇ διδούσῃ κατὰ τῶν ἀσελγῶς ζησάντων ἐξουσίαν εἶναι κατηγορίας καὶ γραφῆς· καίτοι τοῦτο οὔτε τοῦ στοχασμοῦ τῶν κεφαλαίων ἄπτεται οὔτε πρὸς τὴν νίκην αὐτῷ τοῦ τὸν κρινόμενον αἱρήσειν συναγωνίζεται· καὶ γὰρ εἰ τὰ μάλιστα διδόασιν οἱ νόμοι τὴν ἐἔουσίαν τοῖς βουλομένοις κατηγορεῖν κατὰ τῶν οὕτω ζησάντων, οὐδέν τι παρὰ τοῦτο μᾶλλον ὁ ΤΠμαρχος ἐλήλεγκται τοιοῦτος ὢν ἐκ τούτων τῶν νοημάτων. οἶον αὐτὸν ἐν τοῖς κεφαλαίοις ἀποδείξει, ἀλλʼ ἔστιν ἀπηλλοτριωμένη τῶν ζητημάτων ἡ τοιάδε προκατασκευή. —ΚΙ δέ μοι λέγοι τις, ὡς ὁ Δημοσθένης ἐν τῷ Κατὰ ΤΠμοκράτους λόγῳ μεταξὑ τῶν δύο νομίμων, τοῦ τε παρανόμως εἰσενηνοχέναι τὸν νόμιον Τμοκράτην δεικνύντος καὶ τοῦ τὸν εἰσενηνεγμένον εἶναι παράνομον τὸν ὑπὸ ΤΠμοκράτους γραφέντα, μέσῳ κέχρηται τούτῳ τῷ νοήματι ἐν τοῖς κεφαλαίοις, ὅτι κατὰ τῶν μὴ ποιησάντων, ὅ προστάττουσιν οἱ νόμοι, νομοθετοῦντες καὶ τὸ πῶς, διδόασιν ἐξουσίαν κατηγορίας τοῖς βουλομένοις, ἐρῶ τὰς αἰτίας, καθʼ ἅς ἐκεῖ μὲν κεφαλαίωυν μέρος ἐγένετο, προκατασκευῆς δὲ ἐνταῦθα. ὅταν μὲν γὰρ ἄλλης στάσεως ὁ λόγος ἧ κεφαλαίοις ἄλλοις διαιρουμένης, τῷ νομίμῳ δὲ οὐ κατασκευασθησομένης, τότε προκατασκευὴ τὸ νόμιμον γίνεται, ὡς ἐν τῷ Κατὰ Πμιάρχου στοχασμοῦ τῆς στάσεως οὔσης προκατασκευὴ τὸ νόμιμον ἐγένετο καὶ ἐν τῷ Κατὰ ΜΔειδίου ὅρου οὔσης τῆς στάσεως ἀπὸ τῆς προκατασκευῆς τὸ νόμιμιον ἐγένετο· οὔτε γὰρ ὄρος οὔτε στοχασμὸς τούτῳ τῷ κεφαλαίῳ τέμνονται. ὁ δὲ Κατὰ Τμοκράτους λόγος πραγματικῆς ὧν τῆς κατὰ νόμου εἰσφορᾶς ὀφείλων τῷ νομίμῳ κατασκευασθῆναι τὸ ἐκ τοῦ νόμου βοηθοῦν μέρος αὐτῷ τετήρηκε τῷ νομίμῳ. ἄξιον δὲ κἀκεῖνο τηρῆσαι τῶν ῥητόρων ἐν τούτοις, ὅτι καινοὺς ἀγῶνας εἰσιόντες ὅ μὲν πορνείας, ὅ δὲ τῆς περὶ τὰ Διονύσια προβολῆς, οἰς οὐκ ἡσαν Ἀθηναῖοι συνειθισμένοι τῷ μηδένα τοιοῦτον πρότερον εἰσελθεῖν, ἀναγκαίως ἐχρήσαντο ταύτῃ τῇ προκατασκευῇ, ὡς ἄν μὴ προσκρούοιεν τοῖς δικασταῖς ἐκ τοῦ τὰ πρὸς μηδενὸς ἄλλου γενόμενα τολμᾶν εἰσάγειν, ἀλλὰ προσεκτικὸς καὶ διδασκαλικὸς τῆς κατηγορίας ὁ λόγος γένοιτο τοῖς δικασταῖς μαθοῦσιν, ὅτι, περὶ ὧν πρῶτον δικάζουσιν, ἐκ νόμων ὥρμηνται καὶ ἀπὸ τῆς τῶν νόμων βουλήσεως.