Ancient Greek · ~9 min
Δ
Hermogenes, Περὶ εὑρέσεως Περὶ λόγου σχημάτων.
Not analysed yet
1 Ἐπειδὴ οὖν καὶ περὶ τῶν ἐπιχειρημάτων καὶ περὶ τῶν ἐργασιῶν καὶ περὶ τῶν ἐνθυμημάτων τῆς εὑρέσεως πάντα εἰς τέλος πεπλήρωται, ἀναγκαῖον εἰπεῖν καὶ περὶ τῶν τοῦ λόγου σχημάτων, καθʼ ἅ προσήκει ἕκαστον αὐτῶν ἐκφέρεσθαι. ὅσα μὲν γὰρ τῶν ἐπιχειρημάτων ἢ τῶν ἐργασιῶν πολιτικά ἐστι τῷ νῷ καὶ ἀποδεικτικά, προσήκει ταῦτα στρογγύλως καὶ κατὰ ἀντίθετα καὶ κατὰ περιόδους ἐκφέρεσθαι, ὅσα δὲ πανηγυρικὰ τῷ νῷ, ἤτοι παραδειγματικὰ ἢ ἐκ παραβολῆς λαμβανόμενα, ταῦτα δεῖ πνευματικῶς ἀποτείνεσθαι καὶ ἀκμαίως· τὰ γὰρ ἐνθυμήματα πάντα στρογγύλως κατὰ τὴν σύγκρισιν ἐκφερόμενα δριμύτητος δόξαν πλείονα ἀποφέρεται, ἢ εἴ τις αὐτὰ ἁπλῶσαι θελήσειε τῷ λόγῳ. καίτοι καὶ τούτῳ τῷ σχήματι ὁ Δημοσθένης ἐκαλλωπίσατο πολλάκις, ὡς ἐν τοῖς βιβλίοις εὑρίσκομεν· ὡς ἐκεῖνο ἐν τῷ Περὶ τοῦ στεφάνου τὑμεῖς τοίνυν, ὦ νδρες Ἀθηναῖοι, Δακεδαιμονίων γῆς καὶ θαλάττηςρχόντων καὶ τὰ κύκλῳ τῆς Ἀττικῆς κατεχόντων ἁρμοσταῖς καὶ φρουραῖς, Κῦβοιαν, Τάναγραν, τὴν Βοιωτίαν ἄπασαν, Μέγαρα, Αἴγιναν, Κλεωνάς, τὰς ἄλλας νήσους, οὐ ναῦς, οὐ τείχη τῆς πόλεως τότε κεκτημένης, ἐξήλθετε εἰς Ἁλίαρτον καὶ πάλιν οὐ πολλαῖς ἡμέραις ὕστερον εἰς ἔόρινθον, τῶν τότε Ἀθηναίων πολλὰ ἂν ἐχόντων μνησικακῆσαι καὶ Κορινθίοις καὶ Θηβαίοις τῶν περὶ τὸν Δεκελεικὸν πόλεμον πραχθέντων· ἀλλʼ οὐκ ἐποίουν ταῦτα, οὐδʼ ἐγγύς τούτων. καίτοι τότε ταῦτα ἀμφότερα, Αἰσχίνη, οὔθʼ ὑπὲρ εὐεργετῶν ἐποίουν οὔτʼ ἀκίνδυνα ἑώρων· ἀλλʼ οὐ διὰ ταῦτα προῖεντο τοὺς καταφεύγοντας ἐπʼ αὐτούς, ἀλλʼ ὑπὲρ εὐδοξίας καὶ τιμῆς ἤθελον τοῖς δεινοῖς ἑαυτοὺς διδόναι, ὀρθῶς καὶ καλῶς βουλευόμενοι». καὶ γὰρ ἐνταῦθα τὸ μὲν ἐπιχείρημα ἦν ‘καλὸν τὸ μὴ μνησικακεῖν τοῖς ἀδικήσασιν, ἐὰν κινδυνεύωσινʼ, ἡ ἐργασία δὲ αὐτοῦ οὐδὲ γὰρ Θηβαίοις οὐδὲ Κορινθίοις ἐμνησικακήσατε, ἀλλὰ κἀκείνοις ἐβοηθήσατεʹ. τὸ δὲ ἐνθύμημα καίτοι Δακεδαιμονίων γῆς καὶ θαλάττης ἀρχόντων καὶ φοβερῶν ὑμῖν ὄντων τῶν πραγμάτωνʼ, ἔλαθε δὲ ἁπλώσας αὐτὸ ἀπὸ τοῦ καὶ τὴν τάξιν ὑπαλλάξαι· δεινὸς γὰρ ἀεὶ σοφίσασθαι τὰς τέχνας καὶ ἀποκρύπτειν ὁ ῥήτωρ, καὶ ἄλλοτε μὲν ἄλλως ἐποίει, τῇ τάξει δὲ ἐνταῦθα· ὅθεν καὶ τολμήσας ἁπλῶσαι τὸν λόγον τοῦ νθυμήματος, εἰτα προσελθὼον τῇ ἐργασίᾳ καὶ πάλιν ἀναγκασθεὶς ἐκ τῆς τέχνης μνησθῆναι τοῦ ἐνθυμήματος τῷ νῷ συνέστρεψεν αὐτὸ τῷ εἰπεῖν τκαίτοι τότε ταῦτα ἀμιφότερα οὔθʼ ὑπὲρ εὐεργετῶν ἐποίουν οὔτʼ ἀκίνδυνα ἐώρων» καὶ προσήγαγε τὴν ἐπίτασιν τῷ ἐπιχειρήματι· τὸ δὲ εοὐδὲ ἀκίνδυνα ἑώρων τὸ ἐνθύμημά ἐστιν, ὅ φθάσας ἥπλωσεν ἤδη.