Ancient Greek · ~14 min
Δ
Hermogenes, Περὶ εὑρέσεως Περὶ ἀντιθέτου..1
Not analysed yet
Ἀντίθετόν ἐστι σχῆμα λόγου διπλασιάζον πάντα τὸν ὑποκείμενον νοῦν τοῦτον τὸν τρόπον, εἴ τις τοῦ κατὰ φύσιν ζητουμένου τὸ ἐναντίον λαμβάνων καταβαίνοι εἰς τὸ ὑποκείμενον· οἷον ‘ἐπειδὴ ἡμέρα ἐστί, δεῖ ποιῆσαι τόδε’, τοῦτο τὸ ζητούμενον, τὸ δὲ ἀντίθετον αὐτοῦ ‘εἰ μὲν γὰρ μὴ ἦν ἡμέρα ἀλλὰ νύξ, ἴσως ἐχρῆν μὴ ποιεῖν’, εἶτα καταβαίνει εἰς τὸ ἴδιον ‘ἐπειδὴ δὲ ἡμέρα ἐστί, ποιῆσαι προσήκει’. οἷον καὶ ἐν τοῖς προβλήμασι ‘δεῖ καινοτομεῖν· πόλεμος γάρ ἐστι’, τοῦτο τὸ κατὰ φύσιν· τὸ δὲ ἀντικείμενον αὐτοῦ ‘εἰ μὲν γὰρ μὴ ἦν πόλεμος ἀλλ᾿ εἰρήνη καὶ ἡσυχία, ἔδει μὴ καινοτομεῖν’. Ἀρετὴ δὲ τοῦ ἀντιθέτου, ὅτι καὶ ἁπλούμενον τῷ πλήθει τῶν κώλων πνεῦμα γίνεται καὶ συστρεφόμενον τῇ ἑρμηνείᾳ περιόδου τάξιν ἐπέχει, οἷον ‘εἰ μὲν γὰρ ἦν ἐν ἡσυχίᾳ τὰ καθεστηκότα καὶ ἀπραγμοσύνη κατεῖχεν ἡμιᾶς καὶ μήτε ἄτοπον μήτε φοβερὸν ἐφειστήκει παρὰ τῶν πολεμίων μηδέν, ἀδείας δὲ ἦμεν ἐπειλημμένοι καὶ ἐξουσίας τοῦ πράττειν ὅσα βουλομένοις ἡμῖν ἐτύγχανεν, ἔδει φυλάττειν τὰ καθεστηκότα καὶ παρακινεῖν μηδὲ ἓν μηδὲ καινοτομεῖν, ἀλλὰ τοῖς ἀρχαίοις ἐμμένειν ἔθεσί τε καὶ ψηφίσμασι καὶ νόμοις· ἐπεὶ δὲ πόλεμος κεκίνηται καὶ πλησίον οἱ πολέμιοι καὶ ἐφέστηκε τὰ δεινὰ καὶ ταραχὴ τοσαύτη τῶν πραγμάτων, τίνος ἕνεκεν οὐ καινοτομήσομεν, αὐτοῦ τοῦ πολέμου ταύτην ἔχοντος τὴν φύσιν, ἀφʼ ἑαυτοῦ τεχνᾶσθαι τὰ πολλὰ καὶ τὸν τῶν ἀνθρώπων μεταποιεῖν ἐπὶ τὸ καινότερον βίον;’ τοῦτο ἐκταθὲν τοῖς κώλοις ἐγένετομα, δύναται δὲ συστραφὲν εὐρύθμως γενέσθαι περίοδος, οἷον ‘ἃ γὰρ ἐφυλαξάμεθα ἂν ποιεῖν εἰκότως εἰρήνης ὑπαρχούσης, ταῦτα βέλτιον ἐργάσασθαι πολέμου καθεστηκότοςʼ. —Καὶ οὔτε ἰσχυρότερον οὔτε ἀναγκαιότερον εὑρίσκεται σχῆμα τοῦ ἀντιθέτου παρὰ τοῖς ἀρχαίοις ῥᾳδίως οὐδέν. καίτοι γε παντὸς ἀντιθέτου τῆς μιᾶς προτάσεως περιττῆς οὔσης τῇ ἀληθείᾳ τοῖς ἀκούουσιν ὅμως τὸ λεγόμενον οὐκ ἔξω τοῦ εἰκότος δοκεῖ λέγεσθαι, ποιεῖ δὲ αὐτὸ δοκεῖν ἀναγκαῖον εἶναι ἡ τοῦ κατὰ φύσιν προσδοκία· ἐν ᾧ γὰρ τὴν πρότασιν ὁ ῥήτωρ λέγει τοῦ ἀντιθέτου, ἐν τούτῳ τὸ κατὰ φύσιν ἤδη τοῖς ἀκούουσι νοεῖται τῷ τῆς ἀποδόσεως νοήματι. —Τὸ δὲ σχῆμα οὕτως ἐστὶν ἀξιέραστον, ὡς μὴ περίοδον ποιεῖν μόνον καὶ πνεῦμα, ἀλλὰ καὶ καθάπαξ πάντα νοῦν κοσμεῖν. κοσμεῖ δὲ καὶ προοίμιον πολλάκις, εἴ τις τούτῳ τῷ σχήματι τὸ προοίμιον ἐξενέγκοι, ὡς ὁ Δημοσθένης «εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο, ὦ Ἀθηναῖοι, λέγειν »· καὶ γὰρ ἐνταῦθα τὸ κατὰ φύσιν ἐστὶν «ἐπειδὴ δὲ περὶ ὧν πολλάκις ἤδη πρότερον εἰρήκασιν οὗτοι, συμβαίνει καὶ νυνὶ σκοπεῖν, ἡγοῦμαι καὶ πρῶτος ἀναστὰς εἰκότως ἂν συγγνώμης τυγχάνειν», τὸ δὲ ἀντίθετον ‘εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο λέγειν, ἐπισχεῖν ἔδει τοῖς πρεσβυτέροις παραχωοροῦντα πρῶτον εἰπεῖνʼ. Ἰστέον δέ, ὅτι περὶ ῥητορικοῦ ἀντιθέτου διελέχθημεν· ἐπεὶ οἱ φιλόσοφοι ἐναντίον καὶ ἀντίθετον οὐ διαιροῦσι, παρʼ ἡμῖν δὲ τὸ ἀντίθετον σχῆμά ἐστι τοῦ λόγου, τὸ δὲ ἐναντίον δριμύτης νοήματος ἀπὸ τῆς ἐργασίας λαμβανομένη οἷον «οὐ δὴ θαυμαστόν ἐστιν, εἰ στρατευόμενος ἐκεῖνος καὶ παρὼν ἐφʼ ἅπασι καὶ μηδένα καιρὸν μηδʼ ὥραν παραλείπων ἡμῶν μελλόντων καὶ ψηφιζομένων περιγίνεται»· τοῦτο γάρ, εἰ μὲν ἀντίθετον ἐβούλετο ποιῆσαι, οὕτως ἂν μετεχειρίσατο ‘εῖ μὲν γὰρ μήτε πονῶν μήτε παρὼν τοῖς πράγμασι περιἐγένετο ἡμῶν, θαυμαστὸν ἦνʼ. τὸ γὰρ ἀντίθετον ταύτην ἔχει τὴν δύναμιν τοῦ λέγειν ‘εἰ μὲν γὰρ μὴ ἐγίγνετο, ὃ ἐγίγνετοʼ· τὸ δὲ ἐναντίον ἀναστρέφει τὸ πρᾶγμα ἀπὸ τῶν δρώντων εἰς τοὺς πάσχοντας καὶ ἀπὸ τῶν πασχόντων εἰς τοὺς δρῶντας, ὃ πεποίηκεν ἐνταῦθα ὁ ῥήτωρ «τοὐναντίον γὰρ ἦν θαυμαστόν, εἰ μηδὲν ποιοῦντες ἡμεῖς, ὧν τοῖς πολεμοῦσι προσήκει, τοῦ πάντα ἃ δεῖ ποιοῦντος περιῆμεν»· πολὺ γὰρ διενήνοχε λέγειν ὅτι θαυμαστὸν ἦν, εἰ Φίλιππος μὴ πονῶν ἡμῶν περιῆνʼ, ὅ τοῦ ἀντιθέτου ἐστὶν ἰσχύς, ἢ λέγειν πάλιν ‘εἰ μηδὲν ποιοῦντες ἡμεῖς Φιλίππου περιῆμενʼ, ὅ ἐστιν ἐνάργεια τοῦ ἐναντίου. Καὶ περὶ μὲν ἀντιθέτου τοσαῦτα εἰρήσθω.