Ancient Greek · ~17 min
Γ
Hermogenes, Περὶ εὑρέσεως Περὶ σιασκευυῆς..1
Not analysed yet
15 Διασκευὴ δὲ τοῦ προβλήματος ἡ διατύπωσίς ἐστι τοῦ πράγματος, ὥσπερ ἐν ποιητικῇ ἡ καθʼ ἕκαστον τῶν γενομένων ἀφήγησίς τε καὶ διατύπωσις, διὰ μὲν τῶν πεπραγμιένων τοῦ διασκευάζοντος ὀφείλοντος πλατῦναι τὸ πρᾶγμα μόνον, οὐ μέντοι γε οὔτε αἰτίαις οὔτε λογισμοῖς τοσοῦτον οὔτε ἄλλῳ τινὶ ἐπιχειρήματι, ἀλλὰ μόνῳ τῷ τρόπῳ. διασκευάζεται μὲν γὰρ πάντως ἕν τι τῶν τῆς περιστάσεως, καὶ ὅ τι δἂν ἐκείνων ᾖ, τῷ τρόπῳ πάντως πλατύνεται, καὶ μετὰ τοῦ τρόπου καὶ προσωποποιίαις καὶ οἶα εἰκὸς ἧν τελεῖσθαι ἐφʼ ἑκάστου τῶν πραττομένων καὶ λεχθῆναι δυναμένων παρὰ τῶν ἐμφαινομένων προσώπων ἐν τῇ διατυπώσει. ἔξεστι δὲ τὸν διασκευάζοντα πιθανῶς τολμᾶν καὶ λέγειν, ὅσα εἰκὸς ἐπισυμβαίνειν εἴωθε τοῖς πράγμασι παράδοξα ἢ θαυμαστά, καὶ ταῦτα λαμβάνοντα ἐκ τοῦ εἰκότος· ὄ γὰρ ἂν δυνηθῇ ποτε ἐπισυμβῆναι τοιούτῳ πράγματι, λέγειν ἔξεστιν, ὡς ἐπισυνέβη καὶ τότε, πᾶν δὲ τὸ παρὰ τὸ εἰκὸς ἢ λεχθῆναι ἢ πραχθῆναι λεγόμενον εἰς κακόζηλον ἐξάγει τὴν διασκευήν. Γίνεται δὲ ἡ διατύπωσις τοῦ πράγματος ἢ ἐκ τῶν παρελθόντων ἢ ἐκ τῶν παρόντων ἢ ἀπὸ τῶν μελλόντων, ἢ οἷα πάλαι ἐγένετο ἢ ὁποῖα νυνὶ γίνεται ἢ ὁποῖα κατὰ τὸ μέλλον γενήσεται, ἡμῶν καὶ ταῦτα διατυπούντων. συνελόντι δὲ εἰπεῖν ἡ διασκευὴ ποιητικῆς ἔχει φιλοτιμίαν· οὐδὲν γὰρ ἕτερον ἡ ποιητικὴ ἔχει πλὴν ἑκάστου τῶν γενομένων ἀφήγησίν τινα καὶ διατύπωσιν. Χρὴ δὲ τὸν μέλλοντα μελετᾶν οἰκονομεῖν εἰδέναι. εἰ μὲν γὰρ εὑρίσκοιτο διήγησις καὶ ἐκ τῶν παρελθόντων καὶ ἐκ τῶν μελλόντων ἢ ἀπὸ τῶν παρόντων μόνων ἢ καὶ τῶν δύο καιρῶν ἢ καὶ τῶν τριῶν, ἔξεστι τὸν παρελθόντα ἀπολαβόντα ἐν τῇ διηγήσει ἐνδιασκεύως ἀποπληρῶσαι τὸ ἄνω μέρος, οὐ μέλλοντα ἐνοχλήσειν τοῖς κάτω μέρεσι τοῖς αὐτοῖς διὰ τὴν τῶν μελλόντων διατύπωσιν. εἰ δὲ εἴη τὸ πρᾶγμα ὀφεῖλον διασκευασθῆναι καὶ ἄνω καὶ κάτω ἐν ταῖς διηγήσεσι, μνήμην αὐτοῦ ποιησόμεθα κατασκευάζοντες ταῖς αἰτίας, αἷς ἔφαμεν τὴν διήγησιν κατασκευάζεσθαι, τοὺς δὲ τρόπους αὐτοὺς τῇ διασκευῇ φυλάξομεν. ἐὰν δὲ παντάπασιν ἦ ἄπορον εἰς διατύπωσιν τὸ πρᾶγμα, τότε μεταχείρισίς ἐστιν οἰκονομίας ἀρίστη τὸ μηδὲ ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους γενομένους ἀποχρήσασθαι ταῖς ὑποδιαιρέσεσιν, ἀλλʼ ἀθρόως εἰπόντες τὸ πρᾶγμα ἐκεῖ καὶ πλάσαντίς τινα πλαστὰ καὶ ἐπὶ ἀθρόῳ τῷ πράγματι ἐπειπόντες τὰς καθʼ ἕκαστον ὑποδιαιρέσεις τοῖς ἐπιοῦσιμεν τῇ κατασκευῇ χρώμενοι ἐνταῦθα ἀντὶ τῆς διασκευῆς, καὶ τοὺς ὑπομερισμούς, οὕς ἐμέλλομεν ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους ποιεῖν ὡς κατασκευάζοντες, τούτους φυλάξομεν τῇ διασκευῇ ὡς διατυποῦντες, μόνῃ τῇ τῶν κώλων ἁρμονίᾳ χρώμενοι διαφερούσῃ —ἄλλα γάρ ἐστι κατασκευαζόντων κῶλα καὶ ἄλλα διασκευαζόντων —προσέτι δὲ καὶ τὰς περὶ τὴν κατασκευὴν περιόδους ἀφαιροῦντες· ἀλλότριον γὰρ περίοδος διασκευῆς. ὅθεν γίνεται καὶ ἡ τῶν προσωποποιιῶν εὐπορία· εἰ γὰρ καὶ ἀποροίη τὸ πρᾶγμα διασκευῆς ἀθρόως, ὁ ὑπομερισμὸς προσωποποιίας οὐκ ἀπορεῖ. —Χρὴ δὲ εἰδέ —ναί, ὅτι καὶ πᾶς ὑπομερισμὸς τὰ αὐτὰ λέγει τῇ διασκευῇ ἀνεμποδίστως· δεῖ γὰρ πάντως ἐκ τῆς ὑποδιαιρέσεως εἰς τὸ πρᾶγμα αὐτὸ ἐπανελθεῖν, ἀλλὰ καὶ καθʼ ἑκάστην ὑποδιαίρεσιν τοῦτο ποιεῖν ἀνεπαχθές ἐστιν ἀεί. Ταυτολογεῖ δὲ διασκευῇ καὶ ἡ τῶν καλουμένων χωρίων ἀγωγή, καὶ ἐκείνη ἀνεπιλήπτως. ἀνάγκη γὰρ ἀπὸ τοῦ παραδείγματος ἢ τοῦ μυθικοῦ ἢ τοῦ ἱστορικοῦ μεταβαίνοντα εἰς τὸ ἰδιον πρᾶγμα τὸ αὐτὸ λέγειν πολλάκις· οἷον ὡς ἐπὶ παραδείγματος τοῦτο ἐπιδεῖν τινα σαφέστερον, ἐπίπρασκεν Ἀλέξανδρος τούς Θηβαίων αἰχμαλώτους, πριάμενοι Δακεδαιμόνιοι τριακοσίους κατεσφαξαν ἐπὶ τὸ ἐν Δεύκτροις τρόπαιον καὶ κρίνονται τῶν εἰς τοὺς Ἐλληνας ἀδικημάτων. ἐὰν γὰρ διασκευάζοντες λέγωμεν τριακοσίους ἐθύσατε ὡς ἱερεῖα ὠμῶς καὶ ἀνηλεῶς τοῖς βωμοῖς ὡς σφάγιαʼ, ταῦτα πάλιν διασκευάσομεν, καὶ ἐν ταῖς διατυπώσεσιν αὐταῖς ὡς ἔφαμεν λέγοντες ὡς προσῆκον δεδακρυμένους, θρηνοῦντας, ἐστεφανωμένους, καὶ οἶα ἐποίουν περιπτυσσόμενοι ἀλλήλους καὶ οἷα ἔλεγον ἱκετεύοντες καὶ ὀδυρόμενοι· μέχρι τούτων ἡ διατύπωσις ἡ ἀπὸ τοῦ πράγματος. ἐὰν δὲ ἐπεισάγειν ἐθέλῃς χωρίον ἀπὸ ἑνὸς ὀνόματος, λήῃ πρόφασιν ἱστοριῶν, ὡς ἐνταῦθα τριακοσίους ἐθύσατε, διεφθείρατε τὸν ἀριθμὸν ὑμῶν τὸν ἐπαινούμενον τῶν τριακοσίων τῇ τούτων τελευτῇʼ· μετὰ γὰρ τὸ εἰπεῖν ὡς ἀνηλεῶς ἀπεκτείνατεʼ καὶ διασκευάσαι δύνασαι εἰπεῖν ὅτι ἀπέθανον ὑμῶν καὶ ἐν Θυραίᾳ τριακόσιοι, ἀλλὰ πολέμου νόμῳ· ὑμεῖς δὲ ἱερείων νόμῳ τούτους κατεσφάξατεʼ καὶ πάλιν ἄλλο χωρίον ἀπέκτεινεν ὑμῶν καὶ βασιλεὺς τριακοσίους ἐν Πύλαις, ἀλλʼ οὐκ ἔθυσεν· ὑμεῖς δὲ παρεστήσασθε τριακοσίους ἱερεῖα τοῖς βωμοῖςʼ καὶ πάλιν ἐπὶ τὴν διασκευὴν χωρήσομεν, εἰ τύχοι παρά δειγμα, κἂν Κλέωνος μνημονεύσῃς τὸ περὶ Πύλον καὶ φακτηρίαν χωρίον ἐπεισάγων, κἀκεῖθεν ἐπαναδραμεῖν εἰς τὴν διασκευὴν δύνασαι πάλιν ἀνεμποδίστως.