Ancient Greek · ~8 min
Β
Hermogenes, Περὶ εὑρέσεως Περὶ νόμων εἰσφορᾶς.
Not analysed yet
3 Αἱ δὲ τῶν νόμων εἰσφοραὶ μετὰ περιστάσεως καὶ αἱ λύσεις τῶν νόμων μετὰ περιστάσεως προδιηγήσεις ἕξουσι τοιαύτας καὶ λαμβανομένας οὕτως· ἐὰν μὲν λύωμεν τὸν νόμον, λέγοντες ὅτι τοῦτον ἐχρῆν μηδὲ γεγράφθαι τὸν νόμον τὴν ἀρχήνʼ· οὐδὲ γὰρ ἔστι τούτου τι πρεσβύτερον οὐδὲ τῇ ἀξιώσει μᾶλλον ἁρμόδιον τοῦ φάσκειν λελύσθαι τὸν νόμον τοῦ μηδὲ τὴν ἀρχὴν οὐτὸν γεγράφθαι. κατασκευασθήσεται δὲ προχωρῶν ὁ λόγος ἐκ τῶν συμβάντων ῾οὐ γὰρ ἂν τοιῶνδε καὶ τοιῶνδε ἐπειράθημεν κακῶν· ἐπεὶ δὲ ἐτέθη καὶ ἐπάθομεν τὰ καὶ τά, λῦσαι δίκαιον᾿ . δῆλον γάρ, ὡς λύσει τις νόμον ἐν προβλήματι κακοῦ τινος ἀπαντήσαντος ἐξ αὐτοῦ τοῦ νόμου, καὶ ὡς ἂν μηκέτι τοῦτο γίγνοιτο σκοπούντων τινῶν· οἷον Λακεδαιμόνιοι μετὰ τὰ ἐν Μα. ραθῶνι βουλεύονται λύειν τὸν τῆς πανσελήνου νόμον, οἷον ῾ἔδει μηδὲ κεῖσθαι τοῦτον τὴν ἀρχὴν ἐν Λακεδαίμονι τὸν νόμον· οὐ γὰρ ἂν δόξης ἀπεστερήμεθα τοιαύτης καὶ τροπαίων καὶ κατορθωμάτων καὶ τῶν συμβεβηκότων. δεῖ γάρ, ὡς ἔφην, περίστασιν ἔχειν τὰς λύσεις τῶν νόμων ἢ τὰς εἰσφοράς· αἱ γὰρ ἄνευ αἰτίας καὶ περιστάσεως εἰσφοραὶ νόμων ἢ λύσεις γυμνάσματά ἐστι μόνα, ὅθεν οὐδὲ διηγήσεις ἔχει. Ἐὰν δὲ γράφωμεν νόμον καὶ εἰσφέρωμεν, ἡ προκατάστασις τῆς διηγήσεως γενήσεται ἡ αὐτή, οἷον ῾τοῦτον ἐχρῆν πάλαι κεῖσθαι τὸν νόμον, ἐξ ἀρχῆς. οὐ γὰρ ἂν τούτου κειμένου ταῦτα ἡμᾶς συνέβη παθεῖν, ἃ πεπόνθαμεν μὴ κειμένου τοῦ 0νόμουʼ· οἷον Ἀλκιβιάδης μετὰ τὰ κατὰ Κύζικον εἰσφέρει νόμον μηδένα στρατηγὸν ἀπὸ στρατοπέδου ἀνακαλεῖσθαι· φήσει γὰρ ῾τὸν νόμον τοῦτον ἐχρῆν πάλαι γεγράφθαι καὶ γεγενῆσθαι κύριον· οὐ γὰρ ἂν ἔβλαψε μὴ ἀνακαλουμένους ὑμᾶς Ἀλκιβιάδην ἐκ Σικελίας᾿ . ἢ ὡς ἐκεῖνο τὸ πρόβλημα· τοὺς μοιχοὺς χρήματα ἐκτιννύναι, πολλοὶ μοιχεύουσι καὶ καταβάλλουσι χρήματα, καὶ γράφει τις κτείνειν τοὺς μοιχούς· ἐνταῦθα γὰρ καὶ εἰσφορὰ νόμου καὶ λύσις ἐστί· καὶ προκατάστασις γενήσεται τῆς διηγήσεως, ὅτι μήτε ἐκεῖνον ἐχρῆν γεγράφθαι τὸν νόμον τὸν περὶ τῶν χρημάτων καὶ ὅτι τοῦτον ἐχρῆν γεγράφθαι τὸν νόμον ἀρχῆθεν τὸν ἀξιοῦντα κτείνειν τοὺς μοιχούς.