Ancient Greek · ~11 min
Β
Hermogenes, Περὶ εὑρέσεως Περὶ πολέμου καὶ εἰρήνης.
Not analysed yet
4 Ὁμοίως κἂν πολεμεῖν γράφωμέν τισιν ἢ καταλύειν πόλεμον, χρησόμεθα ταῖς προκαταστάσεσιν οὕτως· ἂν μὲν γράφωμεν πολεμεῖν τισιν, εἰς τὰ πρεσβύτερα τῶν ἐγκλημάτων ἀνατρέχοντες καὶ λέγοντες ὅτι τούτοις πάλαι ἐχρῆν πολεμεῖν· ἔχθροὶ γὰρ καὶ πρὸ τούτων τῶν ἀδικημάτων ἄλλα εἰς ἡμᾶς πολλὰ εἰργασμένοιʼ, εἶτα καταβαίνοντες εἰς τὰ νῦν γεγενημένα. τὰ μὲν γὰρ πρεσβύτερα τῶν ἀδικημάτων προκατάστασίς ἐστι τῆς διηγήσεως, ἃ δὲ νῦν διὰ τὸν πόλεμον γράφεις, ἡ διήγησις· οἷον ἔχρησεν ὁ θεὸς τῷ Κροίσῳ τοὺς ἀρίστους ἑλέσθαι τῶν Ἑλλήνων συμμάχους, εἵλετο Λακεδαιμονίους, καὶ συμβουλεύει τις Ἀθηναίοις Κύρῳ συμμαχεῖν ῾εδει Κροίσῳ καὶ πάλαι πολεμεῖν· ἐξ οὗ γὰρ τὴν ἀρχὴν διεδέξατο παρὰ Ἀλυάττου τοῦ πατρός, καὶ τοῖς Ἕλλησιν ἐπεβούλευε, καὶ τοῖς ἐν τῇ Ἀσίᾳ Δωριεῦσι καὶ Ἴωσι καὶ Αἰολεῦσι· πρὸ γὰρ τῆς Κροίσου ἀρχῆς πάντες Ἕλληνες ἦσαν ἐλεύθεροιʼ, καὶ τοῦτο πλατυνόμενον προκατάστασις ἔσται καὶ προδιήγησις· εἶτα ἡ διήγησις ῾ἐπεὶ δὲ καὶ νῦν, χρήσαντος αὐτῷ τοῦ θεοῦ τοὺς ἀρίστους τῶν Ἑλλήνων ἑλέσθαι συμμάχους, εἵλετο Λακεδαιμονίους καὶ τὴν πόλιν ἡμῶν ὕβρισε, πολεμῶμεν αὐτῷ συμμαχοῦντες Κύρῳʼ. —Καὶ πάλιν ἅρματι νικήσας Ἀλκιβιάδης Ὀλύμπια, ἐρομένων Ἠλείων ὅθεν εἴη, ῾τῆς ἀρίστηςʼ ἔφη ῾πόλεωςʼ, ἐμαστίγωσαν αὐτόν, ἐπανελθὰν γράφει στρατεύεσθαι ἐπὶ τοὺς Ἠλείους· ἡ προκατάστασις τῆς διηγήσεως ῾ἐχρῆν Ἠλείοις πάλαι πολεμεῖν· ἐχθροὶ γὰρ ἡμῶν εἰσι καὶ βοηθοῦντες ἀεὶ Λακεδαιμονίοις καὶ Κορινθίοις, καὶ ναῦς διδόντες καὶ χρήματα εἰς τὸν καθʼ ἡμῶν πόλεμονʼ. εἶτα ἡ διήγησις ῾ἐπεὶ δὲ καὶ νῦν ἐνίκησα τὸν ἀγῶνα καὶ ἠρώτησαν ὅθεν εἴην, ἐγὼ δὲ τὰ βέλτιστα ἀπεκρινάμην, οἳ δὲ ἐμαστίγωσάν με τὴν πόλιν ὑβρίζοντες, στρατεύειν ἐπʼ αὐτοὺς ἄξιονʼ. Ἐὰν δὲ καταλύωμεν πόλεμον, ἡ προκατάστασις γενήσεται τῆς διηγήσεως ὅτι ῾μηδὲ τὴν ἀρχὴν ἐχρῆν κε- κινῆσθαι τοῦτον τὸν πόλεμονʼ, καὶ προσχρησόμεθα ταῖς ἀπὸ τῆς ἱστορίας αἰτίαις, ἐὰν ἔχωμεν· οἷον σείεται ἐν τῷ πολέμῳ τῷ Πελοποννησιακῷ Δῆλος, καὶ γράφει τις καταλύειν τὸν πόλεμον ἐν τοῖς Ἕλλησι λέγων ὅτι ῾μηδὲ τὴν ἀρχὴν ἐχρῆν κεκινῆσθαι τοῦτον τὸν πόλεμον ἐν ἡμῖν συμμάχους γε ὄντας καὶ φίλους καὶ τοῖς βαρβάροις ἀεὶ μαχομένους πρότερον, ἀφʼ οὗ καὶ ἐνδοξότεροι διατελοῦμεν ὄντες πολέμουʼ, τοῦτο ἡ προκατάστασις· εἶτα ἡ διήγησις ῾ἐπεὶ δὲ καὶ νῦν Δῆλος σείεται χαλεπαίνοντος τοῦ θεοῦ ἐπὶ ταῖς ἡμετέραις διαφοραῖς, καταλύσωμεν τὸν πόλεμονʼ. —Ἐὰν δὲ μὴ βοηθώμεθα ἀπὸ τῆς ἱστορίας, ἡ προκατάστασις διαβολὴν ἕξει τοῦ πολέμου ὅτι ῾οὐκ ἐχρῆν οὐδὲ τὴν ἀρχὴν τὸν πόλεμον τοῦτον ἄρασθαι καταλιπόντας εἰρήνην· χαλεπὸν γὰρ πρᾶγμα πόλεμος καὶ δύσκολονʼ καὶ ὅσα ἔχει ἐν αὐτῷ κακά, ῾ἡ δὲ εἰρήνη καλόνʼ καὶ ὅσα ἔχει ἐν αὑτῇ καλά· οἷον πολεμούντων τινῶν ἐξέλιπεν ὁ ἥλιος, καὶ γράφει τις λελύσθαι τὸν πόλεμον· ἐνταῦθα γὰρ ὃν ὑπεθέμην τρόπον προδιηγούμενοι κακίσομεν τὸν πόλεμον καὶ τὴν εἰρήνην ἐπαινεσόμεθα, εἶτα χωρήσομεν εἰς τὴν διήγησιν, τὴν ἔκλειψιν διηγούμενοι τοῦ ἡλίου καὶ ὅτι διὰ τοῦτο προσήκει καταλῦσαι τὸν πόλεμον.