Ancient Greek · ~5 min
Α
Hermogenes, Περὶ εὑρέσεως Περὶ τῶν ἀπὸ καιροῦ προοιμίων.
Not analysed yet
Τὸ δὲ ἀπὸ καιροῦ καλούμενον προοίμιον ἄφατόν 4 τινα τὴν ὑπερβολὴν τῆς δυνάμεως ἔχει, ἐὰν εὑρεθῇ. ἔστι δὲ τοιοῦτον τῇ δυνάμει, ἐὰν δυνώμεθα τὴν ἀξίωσιν, ἣν εἰσφέρομεν, τρόπον τινὰ ἤδη δεῖξαι καὶ γεγενημένην. ἔστι δὲ αὐτοῦ τὸ τῆς ἰσχύος τοιοῦτον· οἷον ἐφυγαδεύθησάν τινες καὶ ἔκτισαν ἐπὶ τοῖς ὁρίοις τῆς πατρίδος ἑτέραν πόλιν, ἐν ᾤκουν, πολέμου ἐνστάντος ἐκείνοις, ὅθεν ἐξεβλήθησαν, ἐπανελθόντες ἐβοήθησαν αὐτοῖς, · καὶ γράφει τις αὐτοὺς καταδέχεσθαι· λέγομεν γὰρ ῾τὸ μὲν δοκεῖν ἐγὼ γράφω τὸ ψήφισμα τήμερον τοὺς πολίτας καταδέχεσθαι, τὸ δὲ ἀληθὲς ἤδη τούτους δεδέγμεθα, ὅτε συμμάχους ὄντας αὐτοὺς κατελθεῖν εἰάσαμεν᾿ . ἀλλὰ καὶ Μεγαρεῖς ἐπὶ τῶν τριάκοντα τυράννων ἐκτιθέντων Ἀθηναίων τὰ γένη ἀναιρούμενοι ἔτρεφον αὐτά, καταλυθείσης τῆς τυραννίδος ἥκουσιν ἀποδιδόντες τὰ γένη, καὶ ἀξιοῖ τις καθαιρεῖν τὸ περὶ τῶν Μεγαρέων πινάκιον. καὶ ἔτι ἐν τοῖς τὴν πόλιν κατασκάψασι καὶ σπείρασιν αὐτήν· θέλοντες γὰρ αὐτοὺς ἀσεβεῖς ἀποδεῖξαι φαμὲν ὑπὸ τῶν θεῶν ἐληλέγχθαι καὶ πρὸ τῶν ἡμετέρων λόγων, ὅτι εἰσὶν ἀσεβεῖς, ἐξ ὧν ὡς ἐναγεστάτοις οὐδὲ τοὺς καρποὺς ἀνῆκεν ἡ γῆ. καλεῖται δὲ τοῦτο καὶ ἀγχίστροφον ἐπιχείρημα. Τὸ δὲ ἐπὶ τῶν ἐπιπεπλεγμένων προβλημάτων οὐκ ἀναγκαῖον ἐνόμισα προσθεῖναι μάθημα· ἢ γὰρ καλόν ἐστι καὶ τῶν ἐξ ὑπολήψεως ὂν φαίνεται, ἢ προκατάστασις ὂν διηγηματικόν, οὐ προοίμιον εὑρίσκεται.