Ancient Greek · ~4 min
Δ
Hermogenes, Περὶ εὑρέσεως Περὶ παρηχήσεως.
Not analysed yet
7 Παρήχησις δέ ἐστι κάλλος ὁμοίων ὀνομάτων ἐν διαφόρῳ γνώσει ταὐτὸν ἠχούντων. γίνεται δέ, ὅταν δύο ἢ τρεῖς ἢ τέσσαρας λέξεις ἢ ὀνόματα εἴπῃ τις ὅμοια μὲν ἠχοῦντα, διάφορον δὲ τὴν δήλωσιν ἔχοντα, ὡς παρὰ τῷ Ξενοφῶντι «πείθει τὸν Πειθίαν» καὶ παρὰ τῷ Ὁμήρῳ «ἀλλ’ Εὐπείθει πείθοντο», κἀκεῖ μάλιστα ἐναργῶς «ἤτοι ὅ γʼ ἐς πεδίον τὸ Ἀλήιον οἶος ἀλᾶτο ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων». ἐνταῦθα γὰρ ὅμοια μὲν ἀλλήλοις ἠχεῖ τὸ ‘Ἀλήιονʼ καὶ τὸ ‘ἀλᾶτοʼ καὶ τὸ ‘ἀλεείνωνʼ, ἀλλὰ τὸ μέν ἐστι τόπου ὄνομα, τὸ ‘Ἀλήιονʼ, τὸ δὲ ‘ἀλᾶτοʼ πρᾶγμα, τὸ δὲ ‘ἀλεείνωνʼ πρᾶγμα μὲν καὶ αὐτό, ἄλλο δὲ παρὰ τὸ σεσημασμένον. καὶ ὁ Θουκυδίδης «καὶ μὴν τότε Αἴγυπτος ὑπὸ βασιλεῖ ἐγένετο πλὴν Ἀμυρταίου τοῦ ἐν τοῖς ἕλεσι βασιλέως· τοῦτον δὲ διὰ μέγεθος τοῦ ἕλους οὐκ ἡδύναντο ἑλεῖν καὶ ἄμα μαχιμώτατοί εἰσι τῶν Αἰγυπτίων οἱ Ἕλειοι»· ἕλος μὲν γὰρ ὁ τόπος, ἑλεῖν δὲ τὸ πρᾶγμα, Ἕλειοι δὲ ο ἐνοικοῦντες.