Ancient Greek · ~5 min
Δ
Hermogenes, Περὶ εὑρέσεως Περῖ κύκλου.
Not analysed yet
Κύκλος ἐστὶ σχῆμα λόγου καὶ αὐτὸ ἑρμηνείας ἴδίον 8 κάλλος ἐμπεριέχον. γίνεται δέ, ὅταν, ἀφ οὗ ἄρξηταί τις ὀνόματος ἢ ῥήματος, εἰς τὸ αὐτὸ καταλήξῃ πάλιν μήτε πτῶσιν ἀλλάξας μήτε σχῆμα μήτε χρόνον μήτε ἀριθμὸν μήτε ἄλλο τι· οἷον «σοὶ μὲν γὰρ ἦν κλέπτης ὁ πατήρ, εἴπερ ἦν ὅμοιος σοί»· ἀπὸ γὰρ οὗ ἤρξατο μορίου, τῆς ἀντωνυμίας, εἰς τὸ αὐτὸ κατέληξεν. ἐγχωρεῖ δὲ καὶ περιοδικῶς αὐτὸ λεχθῆναι δύνασθαι, καὶ μὴν καὶ διηγηματικῶς, ὡς ὁ Δημοσθένης ἐν τῷ Πρὸς Αεπτίνην «λέγεται τοίνυν τειχίζειν ἐκεῖνος εἰπὼν οἴχεσθαι πρεσβεύων εἰς Λακεδαίμονα», καὶ διελθὼν τὰ κατὰ τὸν Θεμιστοκλέα πάλιν ὁμοίως ἐπαύσατο «καὶ πάντες ἴστε, ὃν τρόπον ἐξαπατῆσαι λέγεται»· τὸν γάρτοι κύκλον οὐχ ὁ ῥυθμὸς ἐλέγχει ἀλλὰ ἡ ἀρχὴ καὶ ἡ τελευτή. Εἴρηται δὲ κύκλος ἀπὸ τῶν ἐν τῇ γῇ γραφομένων κύκλων· ὥσπερ γὰρ ἐκείνων διὰ τὸ ἐξ ἴσου πανταχόθεν περιφερὲς ἡ ἀρχὴ ἄδηλος, ὅθεν ἄν ἐθελήσωμεν τεκμήρασθαι οὐ δυναμένων τὴν ἀρχήν, οὕτω δὴ καὶ τούτων, ἐκ τῆς ὁμοιότητος τῶν ὀνομάτων ἀμφιβόλου τῆς ἀρχῆς καθισταμένης, ὅθεν εἶναι δύναται. διόπερ εἰ θέλοιμεν, αὐτὸ τοῦτο ἀφοριζόμενοι τὸ τί ἐστι κύκλος, ποιῆσαι τὸ σχῆμα τοῦ λόγου ἐν τῷ περὶ αὐτοῦ λέγειν τοῦ κύκλου, ἔσται δὴ οὕτω· κύκλος ἐστὶ τὸ ἀφʼ ὧν ἂν ἄρξηταί τις ὀνομάτων ἢ ῥημάτων εἰς τὰ αὐτὰ καταλήγειν δύνασθαι πάλιν· τοῦτο γὰρ ἔστιν ὁ κύκλος.