Ancient Greek · ~8 min
Δ
Hermogenes, Περὶ εὑρέσεως Περὶ σιλημμάτου.
Not analysed yet
6 Τὸ δὲ διλήμματόν ἐστι σχῆμα μὲν λόγου, δριμύτητος δὲ δόξαν ἔχον καὶ ἀληθείας. ἔστι δὲ τοιοῦτον, ὅταν δύο ἐρωτήσεις ἐρωτῶντες τὸν ἀντίδικον πρὸς ἑκατέραν ὦμεν εἰς λύσιν παρεσκευασμένοι. δεῖ δὲ τὰς ἐρωτήσεις ἐναντίας ἀλλήλαις εἶναι ὡς πάντως ἢ ταύτην ἢ ἐκείνην ἀποκριθησομένου τοῦ ἐχθροῦ· εἰ μὲν οὖν ἔχοιμεν ἀμφοτέρας λῦσαι, δεῖ ἐρωτᾶν κατὰ διλήμματον, εἰ δὲ μή, μὴ προτείνειν τὸ σχῆμα. ἐὰν γὰρ τῶν ἐρωτήσεων ἡ ἑτέρα ῥᾳδία τῷ ἐχθρῷ πρὸς ἀπόκρισιν, σοὶ δὲ δύςλυτος, πάντως ἡττήσῃ· ἐρωτᾷς γὰρ ἢ ὡς οὐκ ἀποκριθησομένου ἢ ὡς, εἰ καὶ ἀποκρίναιτο, λῦσαι· εἰ δὲ ἀποκρινόμενός σε νικήσειεν, ἑαυτῷ αἴτιος ἐγένου τῆς ἥττης. οὐδὲ γὰρ ἐν ταῖς ἁπλαῖς ἐρωτήσεσι, μή τί γε κατὰ διλήμιματα ἐρωτᾶν δεῖ. εἰ μὴ τότε, ὅταν ἢ μὴ ἔχῃ, τί ἀποκρίνηται, ἢ ὅταν μέλλῃ τοῦτο ἀποκρίνεσθαι, ὃ σοὶ συμφέρει· καθόλου γὰρ ὁ ἐρωτῶν ὡς εἰς νίκην τῇ ἐρωτήσει θαρρῶν ἐρωτᾶ. Τὸ δὲ διλήμματόν ἐστι τοιοῦτον οἷον ‘πότερον παρῆς τούτοις γινομένοις καὶ συνευφραίνου ἢ οὐ παρῆς; ʼ ἐάν τε γὰρ εἴπῃ παρήμην καὶ συνευφραινόμηνʼ, παρεσκεύασται ὁ ῥήτωρ εἰπεῖν ‘πῶς οὖν κατηγορεῖς τούτων, οἶς συνευφραίνου; ʼ ἐὰν δὲ λέγῃ ‘οὐ παρήμηνʼ, ἀπαντήσεται αὐτῷ ὅτι ‘δίκης ἄξιος τοῖς ἀγαθοῖς τοῖς τῆς πόλεως μὴ συμπαρώνʼ. καὶ πάλιν ‘ᾔδεις τὰ μέλλοντα ἢ οὐκ ᾔδεις; ἐάν τε γὰρ εἴπῃ ‘ᾔδεινʼ, ἀπαντᾷ τί οὖν οὐ προέλεγες; ʼ ἐάν τε εἴπῃ ‘οὐκ ᾔδεινʼ, ‘τί οὖν ἡμῶν ὡς μὴ εἰδότων κατηγορεῖς; εἰ μὲν γὰρ ᾔδεῖς, προειπεῖν ὤφειλες· εἰ δὲ οὐκ ᾔδεις, τί τῶν ἄλλων ὡς μὴ εἰδότων κατηγορεῖς, τῆς ἀγνοίας τῶν μελλόντων κοινῆς οὔσης πρὸς πάντας ἀνθρώπους; ʼ Γίνεται δὲ τὰ διλήμματα ἤτοι τῶν δύο ἐρωτήσεων διʼ ἓν πέρας ἐρωτωμένων οἷον ‘εἴτε καλὴν ἔγημας εἴτε αἰσχράν, οὐκ ἔδει γῆμαιʼ· ἓν γὰρ πέρας συνάγεται ἐξ ἀμφοτέρων, τὸ μὴ δεῖν γῆμαι, διὰ μὲν τὸ καλὴν κοινήν, διὰ δὲ τὸ αἰσχρὰν ποινήν· καὶ τὰ μὲν κοινὰ· διλήμματα ταῦτά ἐστιν· ἢ ὅταν τῶν ἐρωτήσεων ἑκάστη ἰδίας ἀποδόσεως δέηται, τοῦτο δὲ τὸ διλήμματον σεσόφισται καὶ Δημοσθενικόν ἐστι σχῆμα.