Ancient Greek · ~31 min
Δ
Hermogenes, Περὶ εὑρέσεως Περὶ περιόδου..1
Not analysed yet
3 Ἡ δὲ περίοδος οὐχ ἐνὶ ὑποπίπτει σχήματι, ὥστε αὐτὸ παραδοῦναι, ἀλλὰ πολλοῖς καὶ ποικίλοις, ἃ παρὰ τῶν ἀρχαίων λαμβάνοντες ἐν τηρήσει πεποιήκαμεν. ἔστι μὲν οὖν περίοδος κυρίως ἡ τοῦ ὅλου ἐπιχειρήματος ἀναγκαστικὴ σύνοδος καὶ κλεὶς τρόπον τινά, καὶ ἀληθινὴ περίοδος τοῦτό ἐστιν ἡ ἀπαρτίζουσα τὸ ἐπιχείρημα καὶ συνάγουσα, ὡς τό γε ἑτέρωθι λέγειν περιοδικῶς ἐστι λέγειν, οὐ περίοδον ποιεῖν, ἀλλὰ ἑρμηνεύειν περιοδικῶς καὶ σχῆμα περιόδου λαμβάνειν. ἡ δὲ ἀληθινὴ περίοδος οὐ τῷ σχήματι μόνον ἀλλὰ καὶ τῷ νῷ συνάγει τὸ ἐπιχείρημα, ὃ τινὲς καὶ ἐνθύμημα καλοῦσιν· οὐ πᾶσα δὲ δύναιτʼ ἂν ἐνθυμηματικὴ περίοδος εἶναι, εἰ μὴ καὶ γνωμικὴ ἡ τὸ καθόλου εἰς τὸ ἴδιον κατάγουσα καὶ τὸ ἴδιον εἰς τὸ καθόλου ἀνάγουσα. Τηρήσαντες οὖν εὕρομεν παρὰ τοῖς ἀρχαίοις τὰς μεταβολὰς τῶν πτώσεων ὀνομαστικῆς καὶ γενικῆς καὶ δοτικῆς καὶ αἰτιατικῆς ποιούσας περιόδους οἷον «ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ», τοῦτο κατὰ τὴν ὀνομιαστικήν· κατὰ δὲ τὴν γενικὴν «ὧν οὖν ἐκεῖνος μὲν ὀφείλει τοῖς ὑπὲρ αὐτοῦ πεπολιτευμένοις χάριν, ὑμῖν δὲ δίκην προσήκει λαβεῖν, τούτων οὐχὶ νῦν ὁρῶ τὸν καιρὸν τοῦ λέγειν· καὶ κατὰ τὴν δοτικὴν «οῖς γὰρ οὖσιν ἡμετέροις ἔχει χρῆσθαι, τούτοις πάντα τὰ ἄλλα ἀσφαλῶς κέκτηται· κατὰ δὲ τὴν αἰτιατικὴν «εἶθʼ ὃν ἡ τύχη καὶ τὸ δαιμόνιον φίλον μὲν ἀλυσιτελῆ, συμφέροντα δʼ ἐχθρὸν ἐμφανίζει, τοῦτον ἡμεῖς φοβούμεθα; τὸ γὰρ κλητικὸν σχῆμα πνεύματός ἐστι μέρος ἀποστροφὴν ἐργαζόμενον καὶ καταδρομὴν «εἶτα, ὦ —τί ἂν εἰπών σέ τις ὀρθῶς προσείποι;» καὶ πάλιν «ἀπόκριναι γὰρ δεῦρο ἀναστάς μοι. οὐ γὰρ δὴ διʼ ἀπειρίαν οὐ φήσεις ἔχειν, ὅ τι εἴπῃς.» Εἰσὶ δὲ καὶ ἀποδεικτικαὶ τοῖς σχήμασιν οἷον «ἐν μὲν γὰρ τῷ γράαι μηδένα εἶναι ἀτελῆ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν, ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι ταύτης τὸ σχῆμα καλὸν μὲν ζηλοῦν καὶ ἀπὸ τὴς ἑρμηνείας, κρεῖττον δέ, εἰ τὸ ἐλλεῖπον ἀπὸ κοινοῦ ποιεῖ τις ἐν ταῖς μεταποιήσεσιν, ἵνα τὸ ἐν τῇ προτάσει εἰρημένον ἐν τῇ ἀποδόσει λείπῃ μὲν μὴ λεγόμενον, φαίνηται δὲ ὡς λεγόμενον, ὡς καὶ ἐνταῦθα τὸ ἀφείλετο ἐν τῇ προτάσει λέλεκται, ἐν δὲ τῇ ἀποδόσει συνυπακούεται. Ἔστι καὶ ἐπιτιμητικὴ περίοδος τῷ σχήματι, ὅταν λέγωμεν «εἶθʼ, ἃ Φίλιππος ἂν εὔξαιτο τοῖς θεοῖς, ταῦθ ὑμῶν τινες ἐνθάδε ποιοῦσιν;» κἀκεῖ πάλιν «εἶτα οὐκ αἰσχύνεσθε, εἰ μηδʼ ἃ πάθοιτʼ ἄν, εἰ δύναιτʼ ἐκεῖνος, ταῦτα ποιῆσαι καιρὸν ἔχοντες οὐ τολμήσετε;» γίνεται δὲ καὶ ἐκ συμπλοκῆς δύο ἀδικημάτων οἶον «νῦν δέ, ἃ μὲν πλεύσασιν ἦν σῶσαι, βαδίζειν κελεύων ἀπολώλεκεν οὗτος, ἃ δʼεἰποῦσι τἀληθῆ, ψευδόμενος». Καθόλου δὲ περὶ σχήματος περιόδου λεκτέον. περίοδός ἐστι σχῆμα αὐτοτελὲς ὅλου τοῦ ἐπιχειρήματος ἐν ἑρμηνείας ῥυθμιῷ συντόμως ἀπηρτισμένον, τὰ δὲ ἐν αὐτῇ συντόμως ὑπερβατὰ καλῶς σχηματίζει τὰς περιόδους· «ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην», ἔστι γὰρ τὸ ἐξῆς ‘ὁ γὰρ ταῦτα πράττων, οἷς ἂν ληφθείην ἐγώ’. Ἰστέον δέ, ὡς τὴν περίοδον ἤτοι ἰσοσκελῆ καὶ ἰσόπλευρον ἀπὸ τῶν κώλων εἶναι δεῖ κατὰ τὴν ἑρμηνείαν ἢ συντομωτέραν ἐν τῇ ἀποδόσει· ἀτονία δὲ ῥήτορος τὴν ἀπόδοσιν τῆς περιόδου μακροτέραν ποιῆσαι τῆς προτάσεως. καὶ καθάπαξ εἴ τις ἐκλεξάμενος τὰ παρὰ τῶν ἀρχαίων σχήματα τῶν περιόδων μιμοῖτο, ἐν ταῖς μεταποιήσεσι πλῆθος ἂν εὕροι περιόδων. καὶ γὰρ τὸ ἐκ παραβολῆς σχῆμα ἄριστον «ὥσπερ γὰρ εἴ τις ἐκείνων προήλω, σὺ τάδε οὐκ ἔγραψας ἄν, οὕτως ἂν σὺ νῦν δίκην δῷς, ἄλλος οὐ γράψει». καὶ διαπορητικῶς ἔστι περιοδεῦσαι, ἂν ἄρξηταί τις, ὡς ὁ Δημοσθένης ἐν τῷ Κατὰ Τιμοκράτους· ‘διὰ τί ἄρα, νὴ Δία, διὰ τί τοῦτο οὐχὶ καλῶς ἔχειν δόξαι τισὶ τὸ ψήφισμα; πότερον, ὅτι παρὰ τοὺς νόμους; καὶ μὴν μόνον ἐστὶ κατὰ τοὺς νόμους. ἀλλʼ ὅτι τάξεως λύσις; καὶ μὴν τοῦτο, ὡς οὐκ ἄλλο, θεμέλιος εὐταξίας. ἀλλ ὅτι τόδεʼ καὶ ἀποδώσεις αὐτό. γίνεται δέ, ὅταν καὶ δύο καὶ τρία νοήματα ἔχῃς, οἷον εἴ τις ἐκείνην θελήσειε μεταποιῆσαι τὴν περίοδον, περιοδικὴν μᾶλλον οὖσαν ἢ περίοδον, «τνῦν δέ, ἃ μὲν πλεύσασιν ἦν σῶσαι, βαδίζειν κελεύων ἀπολώλεκεν οὗτος, ἃ δʼ εἰποῦσι τἀληθῆ, ψευδόμενος», καὶ πάλιν διὰ τί γὰρ ἄν, νὴ Δία, διὰ τί φείσαιτό τις Αἰσχίνου; πότερον ὅτι τὴν ἔξοδον ἐπετάχυνε; καὶ μὴν πλεῖν ἔδει καὶ μὴ βαδίζειν. ἀλλ ὅτι τἀληθῆ πρὸς ὑμᾶς ἔφησε; καὶ μὴν ψευσάμενος πάντα ἀπολώλεκεν. —Ἡ δὲ τῆς μεταποιήσεως ἀρετὴ τοῦ ὑποτεθέντος νοήμιατος πᾶν σχῆμα οὕτως ἐφαρμόσαι δύναται· ὃ μᾶλλον ἐκπλήττει γινόμενον ἐξ αὐτοσχεδίου ἢ γραφῇ παραδιδόμενον. Γίνεται δὲ καὶ μονόκωλος περίοδος, γίνεται δὲ καὶ δίκωλος καὶ τρίκωλος ἡ ἐκ τριῶν κώλων συνεστηκυῖα καὶ τετράκωλος ἡ ἐκ τεττάρων. κῶλον δέ ἐστιν ἡ ἀπηρτισμένη διάνοια. ἡ μὲν γὰρ μονόκωλος ἐκείνη, ἐπειδὴ κρέμαται ἡ διάνοια αὐτῆς μέχρι τοῦ τέλους τῷ ὑπερβατῷ οὕτω σχηματισθεῖσα σχοινοτενῶς διείληπται «εἶτα οὐκ αἰσχύνεσθε, εἰ μηδʼ ἃ πάθοιτ ἄν, εἰ δύναιτʼ ἐκεῖνος, ταῦτα ποιῆσαι καιρὸν ἔχοντες οὐ τολμήσετε; δίκωλος δὲ ἐκείνη ἡ προτάσεως μονοκώλου κειμένης ἀπόδοσιν ἀπαιτοῦσα μονόκωλον· μάλιστα δὲ αἰ γνωμικαὶ πάσχουσιν αὐτό· ἔστι δὲ γνωμικὴ περίοδος αὕτη «τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶςνεῖν τοῖς ἀνοήτοις γίνεται». τρίκωλος δὲ ἐκείνη, ὅταν δύο κώλων διαφόρων προταθέντων ἀρκῇ μονόκωλος ἑκατέροις ἀπόδοσις, οἷον «ὧν οὖν ἐκεῖνος μὲν ὀφείλει τοῖς ὑπὲρ αὐτοῦ πεπολιτευμένοις χάριν, ὑμῖν δὲ δίκην προσήκει λαβεῖν», μέχρι τούτου ἡ πρότασις, εἶτα ἐπήρκεσεν ἑκατέροις τοῖς κώλοις ἡ ἀπόδοσις μονόκωλος «τούτων οὐχὶ νῦν ὁρῶ τὸν καιρὸν τοῦ λέγειν». τετράκωλος δὲ ἐκείνη ἡ ἐν τῇ πρώτῃ προτάσει ἀπόδοσιν ἰδίαν ἔχουσα καὶ ἐν τῇ δευτέρq προτάσει ἀπόδοσιν ἰδίαν ἔχουσα, οἷον «ἐν μὲν γὰρ τῷ γράψαι μηδένα εἶναι ἀτελῆ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν, ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι». τῆς τετρακώλου δὲ ταύτης καὶ ἡ χρεία καλλίστη ἐν ταῖς μεταποιήσεσιν, ὅτι καὶ δύναται στρέφοεσθαι· τετράκις γὰρ μετασχηματιζομένη ἐκ τῶν προτάσεων καὶ τῶν ἀποδόσεων ἀλύπως δύναται λεχθῆναι τετράκις· εἰ δὲ δεῖ καὶ χιασθῆναι αὐτήν, τότε δὴ τότε δύναιτο ἄν τις αὐτὴν ἐκ τῆς τῶν νοημάτων ἀνάγκης καὶ πλεονάκις στρέφειν· οὐ πᾶσα δὲ χιασθῆναι δύναται τετράγωνος περίοδος. ἔστω δὲ πρῶτον αὕτη ἡ πολλάκις μὲν ἀναστρεφομένη, μηδὲ ἅπαξ δὲ χιαζομένη, οἷον «ἐν μὲν γὰρ τῷ γράψαι μηδένα εἶναι ἀτελῆ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν, ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι». δύναται δὲ αὕτη ἀθρόως ἀναστραφεῖσα καὶ ἄλλως γενέσθαι· ἡ γὰρ δευτέρα πρότασις καὶ ἀπόδοσις γίνονται πρῶται οἷον ‘ἐν μὲν γὰρ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι ἀφείλετο, ἐν δὲ τῷ γράψαι μηδένα εἶναι ἀτελῆ τὴν ἀτέλειαν τοὺς ἔχονταςʼ· ἢ τὰς δύο προτάσεις ἐκλαβὼν συντίθημι ‘ἐν μὲν γὰρ τῷ γράψαι μηδένα εἶναι ἀτελῆ καὶ ἐν τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι καὶ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν καὶ ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναιʼ· ἢ τὰς ἀποδόσεις ποιῶ προτάσεις ‘καὶ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν καὶ ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι ἐν τῷ γράψαι μηδένα εἶναι ἀτελῆ καὶ ἐν τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμῖν᾿ . —Καὶ αὕτη ἐστὶ καὶ οὕτως γίνεται ἡ πολλάκις μὲν ἀναστρεφομένη, μηδὲ ἅπαξ δὲ χιαζομένη. ἐκείνη δὲ ἡ παρὰ τῷ Δημοσθένει καὶ χιασθῆναι δύναται τὸ «μὲν γὰρ Φίλιππος ὅσῳ πλείονα ὑπὲρ τὴν ἀξίαν πεποίηκε τὴν ἑαυτοῦ, τοσούτῳ θαυμαστότερος παρὰ πᾶσι νομίζεται· ὑμεῖς δὲ, Ἀθηωαῖοι, ὅσῳ χεῖρον ἢ προσῆκε κέχρησθε τοῖς πράγμασι, τοσούτῳ πλείονα αἰσχύνην ὠφλήκατε», καὶ μυριάκις ἔστι μεταποιεῖν τὴν ἀναδεχομένην τοῦτο τὸ σχῆμα. πῶς δὲ ἀναδέχεται τὸν χιασμόν; ὅταν ἐν ἀμφοτέραις ταῖς προτάσεσιν ἀμφότεραι ἁρμόζωσιν αἱ ἀποδόσεις καὶ ἐναλλάξ, οἷον «δ μὲν γὰρ Φίλιππος ὅσῳ πλείονα ὑπὲρ τὴν ἀξίαν πεποίηκε τὴν ἑαυτοῦ, τοῦτο ἡ πρότασις, ἁρμόζει δὲ αὐτῇ ἐκατέρα ἀπόδοσις, εἴτε βούλοιτό τις λέγειν «τοσούτῳ θαυμαστότερος ἐκεῖνος παρὰ πᾶσι νομίζεται» εἴτε βούλοιτο λέγειν «τοσούτῳ πλείονα ὑμεῖς αἰσχύνην ὠφλήκατε»· καὶ πάλιν «ὑμεῖς δέ, ὦ Ἀθηναῖοι, ὅσῳ χεῖρον ἢ προσῆκε κέχρησθε τοῖς πράγμασιν ἡ πρότασις ἡ δευτέρα πρὸς ἀμφότερα ἁρμόσει, εἴτε βούλοιτό τις λέγειν «τοσούτῳ πλείονα αἰσχύνην ὠφλήκατε» εἴτε βούλοιτο λέγειν «τοσούτῳ θαυμιαστότερος ἐκεῖνος παρὰ πᾶσι νομίζεται. καὶ ὅλως ἄπειρος ὁ περὶ τούτου λόγος.