Ancient Greek · ~37 min
Δ
Hermogenes, Περὶ εὑρέσεως Περὶ πκεύμιατος..1
Not analysed yet
Δεῖ τοίνυν τὸν μέλλοντα λέγειν, τὰ ποῖα τῶν νοημάτων 4 κατὰ πνεῦμα ἐξενεχθήσεται, πρῶτον εἰπεῖν, τί ἐστι πνεῦμα καὶ πόσα εἴδη αὐτοῦ καὶ πόθεν γίνεται καὶ πῶς συντίθεται. πνεῦμα μὲν οὖν ἐστι σύνθεσις λόγου διάνοιαν ἀπαρτίζον ἐν κώλοις καὶ κόμμασι, μετρούμενον πρὸς τὴν διάρκειαν τοῦ πνεύματος κατὰ τὴν φωνὴν τοῦ λέγοντος. Ἐπεὶ δὲ καὶ περὶ κώλου καὶ κόμματος ἔφαμεν, ἰστέον ἐν συντόμῳ, ὅτι δεῖ καὶ κόμμα καὶ κῶλον ἀπαρτίζειν τὴν διάνοιαν· διαφέρουσι δὲ τοῖς μέτροις, ὅτι τὸ μὲν ἀπὸ τεττάρων καὶ πέντε συλλαβῶν μέχρι τῶν ἓξ κόμμα ἐστὶν ,τὸ δὲ ὑπὲρ τὰς ἑπτὰ καὶ ὀκτὼ καὶ δέκα καὶ ἐγγίζον ἤδη τῷ τριμέτρῳ καὶ μέχρι τοῦ ἡρωικοῦ προχωροῦν κῶλον γίνεται ὀρθὸν καὶ τεταμένον. ὁ δὲ τῶν συλλαβῶν ἀριθμὸς περινενόηται ἤδη. τὸ δὲ ὑπὲρτὸ ἡρωικὸν σχοινοτενὲς κέκληται, χρήσιμον προοιμίοις μάλιστα καὶ ταῖς τῶν προοιμίων περιβολαῖς. οἳ δέ φασι καὶ τὸν ἐπῳδὸν κῶλον εἶναι, τὸ δὲ ὑποκάτω κόμμια. ταῦτα μὲν οὖν κῶλά ἐστιν «ἀλλ᾿ δ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν», εἶτα ἐπιφέρει κόμματα «τκαὶ καταλαμβάνων Ὠρεὸν καὶ κατασκάπτων Πορθμόν», εἶτα διαδέχεται καὶ κῶλον πάλιν «τκαὶ καθιστὰς ἐν μὲν Ὠρεῷ Φιλιστίδην τύραννον», εἶτα κόμμα πάλιν «έν δʼ Ἐρετρίᾳ Κλείταρχον» ἢ κῶλον ἐπῳδῷ ἴσον. καὶ διόλου τὸ πνεῦμα τούτοις συνέχεται —οὔτε γὰρ ἀριθμῷ οὔτε ἔξει ὑποπίπτει, ἀλλὰ τὸ παρατυχὸν λέγεται —,δἰ ἄλλων μέντοι οὐ γίνεται. —Ἰστέον δέ, ὅτι καὶ ἀπὸ τῶν πέντε συλλαβῶν, ὡς ἔφαμεν, καὶ τεττάρων δέ γε καὶ ἡττόνων συνίσταται τὸ κόμμα· εἰ γὰρ ἀπαρτίζοιτο διάνοια, καὶ ἐν δύο συλλαβαῖς κόμμα ἔστι —κόμμα δέ ἐστι σύνθεσις διανοίας μικροτέρα κώλου —· ἐπεὶ τὸ πνεῦμα αὐτὸ μετʼ ὀλίγον καὶ εἰς τοιαῦτα καταλήξει κόμματα, ὅταν λέγῃ «πότερον ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ τὴν εἰρήνην ἔλυεν ἢ οὔ; καὶ γὰρ αἱ ἐπὶ τέλει δύο συλλαβαὶ «ἢ οὔ» κόμμα ἐστίν, ἐρωτῶντος ὁλοκλήρως ἀνθρώπου τὴν διάνοιαν. Εἴδη δὲ πνευμάτων δύο· ἤτοι γὰρ ἓν νόημα λαβόντες καὶ τοῦτο ἐργαζόμενοι τῇ ἑρμηνείᾳ πλείοσι κώλοις, ὡς ἔφην, διαρκοῦμεν τὸ ἓν ἐπεκτείνοντες, οἷον «ὅτε γὰρ περιὼν ὁ Φίλιππος Ἰλλυριοὺς καὶ Τριβαλλούς, τινὰς δὲ καὶ τῶν Ἑλλήνων κατεστρέφετο καὶ δυνάμεις πολλὰς καὶ μεγάλας ἐποιεῖτο ὑφʼ ἑαυτόν, καί τινες τῶν ἐκ τῶν πόλεων ἐπὶ τῇ τῆς εἰρήνης ἐξουσία βαδίζοντες ἐκεῖσε διεφθείροντο, ὧν εἷς οὗτος ἦν, τότε δὴ τότε πάντες, ἐφʼ οὓς ταῦτα παρεσκεύαζεν ἐκεῖνος, ἐπολεμοῦντο. εἰ δὲ μὴ ἡσθάνοντο, ἕτερος οὗτος λόγος, οὐ πρὸς ἐμέ», τοῦτο γὰρ σύμπαν ἑνός ἐστι νοήματος ἑρμηνεία τοῦ ὅτι πάλαι Φίλιππος τοῖς Ἕλλησιν ἐπεβούλευεν· ἢ ὅταν πολλὰ πράγματα ἀθρόως ἔχοντες εἰπεῖν καθʼ ἕκαστον κῶλον πρᾶγμα ἀπαρτίζωμεν, ὡς ἐν ἐκείνῳ «ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν καὶ καταλαμβάνων Ὠρεὸν καὶ κατασκάπτων Πορθμόν», καὶ διόλου τοῦτο τὸ πνεῦμα συναπαρτίζει τῷ πράγματι καὶ κῶλον. καὶ παρὰ ταῦτα οὐκ ἔστιν ἄλλο εἶδος πνεύματος. Ἐλέγχεται δὲ τὸ πνεῦμα καὶ γίνεται τῇ ἐπιμονῇ τοῦ σχήματος· δεῖ γὰρ ἐπιμείναντα τῷ σχήματι τ ὁμοιότητι τοῦ σχήματος δεῖξαι τὴν τέχνην. συνδεῖται δὲ τὸ πνεῦμα καὶ συντίθεται μάλιστα καὶ εὔτονον γίνεται τοῖς συνεχέσι συνδέσμοις τοῖς συμπλεκτικοῖς, καὶ πάσχει δέ γε κοσμούμενον ἀπʼ ἀρχῆς ἄχρι τέλους. καὶ παράδειγμα οὐκ ἔθηκα· οὐδὲν γὰρ ἔστιν, ὅ τι μὴ οὕτως ἔχει. Σχήματα δὲ πνευμιάτων, ὅσα καὶ λόγων· ἔξεστι γὰρ ὅθεν βούλει σοι τὸ πνεῦμα λαβόντι καὶ λέγοντι μόνον ἐπιμεῖναι, ὅτῳ δʼ ἂν ἐπιμείνῃς, πνεῦμα ποιεῖς. μετρίως δὲ ἀπὸ τῶν παραδειγμάτων τὰς τηρήσεις ἀναγκαῖον ἐκθεῖναι. ἔστι γὰρ αὐτῶν τὸ μὲν ἀποφαντικὸν κατὰ τὴν ὀρθὴν πτῶσιν οἷον «ἀλλʼ ὁ τὴν Εὔβοιαννος σφετεριζόμενος»· ἀπὸ γὰρ τοῦ σφετεριζόμενος ἡ ἐπιμονὴ γενομένη τὸ σχῆμα προήγαγεν. —Ἔστι καὶ κατʼ ἐρώτησιν, ἐάν τις λέγῃ ‘τίς γὰρ ὁ τὴν Κὔβοιαν ἐκεῖνος σφετεριζόμενος; τίς ὁ καταλαμβάνων Ὠρεόν; τίς ὁ κατασκάπτων Πορθμόν; τίς ὁ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν; ʼ καὶ διόλου ἀλλάξας τὸ σχῆμα σῷον ἐποίησας τὸ πνεῦμια, κἂν αὐτὰ λέγῃς τὰ ῥήματα, μόνον ἀντὶ τοῦ ἄρθρου τοῦ ὁ τὸ τίς παραλαβὼν διὰ τὸ σχῆμα μόριον. —Ἔστι καὶ ἐλεγκτικόν, ἐάν τις λέγῃ ‘οὐχ οὗτός ἐστιν ὁ τὴν Εὔβοιαν σφετεριζόμενος; οὐχ οὗτός ἐστιν ὁ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν; ʼ καὶ τὰ ἑξῆς ὁμοίως. —Καὶ δεικτικὸν γίνεται πάλιν τοῦ οὐχί ἀφαιρεθέντος οἷον ‘οὗτος ὁ τὴν Εὔβοιαν σφετεριζόμενος, οὗτος ὁ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήνʼ —Καὶ ἡ ἔνστασις μέντοι τοῦ πνεύματος ποιεῖ σχῆμα κάλλιστον, ἐὰν λέγωμεν ‘οὐ τὴν Εὔβοιαν ἐσφετερίζου; οὐ κατεσκεύαζες ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν;’ —Καὶ καθόλου ἀποστροφὴ πᾶσα εἰς πρόσωπον ἐπιμείνασα πνεῦμα ἐγένετο, κἂν εἰς ἐμαυτὸνἐπιστρέψας λέγω ‘ἐγὼ μὲν ἤμην ὁ τὴν Εὔβοιαν σφετεριζόμενος, ἐγὼ δὲ ὁ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν, ἐγὼ δὲ ὁ καταλαμβάνων Ὠρόν, ἐγὼ δὲ ὁ κατασκάπτων Πορθμόνʼ· δύναται γάρ που ἐν προβλήματι καὶ Φίλιππος λέγειν ταῦτα. —Ἢ ἀρνητικὸν πάλιν πνεῦμα, ἐάν τις λέγῃ ‘οὐκ ἐγὼ τὴν Εὔβοιαν ἐσφετεριζόμην, οὐκ ἐγὼ κατεσκεύασα ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήνʼ. —Ἔστι καὶ ἀποτρεπτικὸν σχῆμα, ὃ ἐπιμεῖναν πνεῦμα γίνεται, ὅταν λέγῃ «μή μοι μυρίους μηδὲ δισμυρίους λόγους μηδὲ τὰς ἐπιστολιμαίους ταύτας δυνάμεις πρόφερε». Ἰστέον δέ, ὅτι ἐπὶ πάντων τούτων αἵ τε τῶν ἀριθμῶν ἀλλαγαὶ ἐνικῶν καὶ πληθυντικῶν ἀλλάσσουσι καὶ μετασχηματίζουσιν αἵ τε τῶν γενῶν καὶ τῶν πτώσεων καὶ αἱ τῶν ἐγκλίσεων. ἀριθμῶν μέν, ὁπόταν τις λέγῃ ‘οὗτός ἐστιν ὁ τόδε ποιῶνʼ, ποτὲ δὲ λέγῃ οὗτοί εἰσιν οἱ καταλαμβάνοντες Ὠέον, οὗτοί εἰσιν οἱ κατασκάψαντες Πορθμόνʼ. γενῶν δέ, ἂν ποτὲ μὲν ἀρσενικὸν ὄνομα προθῇς, ποτὲ δὲ θηλυκόν, ποτὲ δὲ οὐδέτερον, εἶτα ἐπιμείνῃς· γένους γὰρ ἀλλαγὴ σχήματός ἐστιν ἐναλλαγή. πτώσεων δέ, ἐὰν ποτὲ μὲν ὀνομαστικῶς, ποτὲ δὲ γενικῶς, ποτὲ δὲ κατὰ τὴν δοτικήν, ποτὲ δὲ κατὰ τὴν αἰτιατικὴν ἐξενέγκῃς τὸ σχῆμα· καὶ τὰς πτώσεις ἑνικῶς μὲν ἐκφέρων ἄλλο πνεῦμα ποιεῖς, πληθυντικῶς δὲ ἄλλο. καὶ κατὰ τὰς ἐγκλίσεις ὁμοίως. —Ταῦτα μὲν οὖν φύσιν ἔχει τοιαύτην καὶ πάντα, ἵνα μὴ καθʼ ἕκαστον λέγωμεν· πᾶσα γὰρ πτῶσις, πᾶσα ἔγκλισις, πᾶς ἀριθμός, πᾶν γένος, πᾶσα μετοχή, πᾶσα ἀντωνυμία μεταποιούμεναι καὶ μεταλλαττόμεναι τὰ σχήματα ἀλλάττουσιν. Ἐκεῖνο δὲ ἄξιον εἰδέναι, ὅτι προχωροῦν τὸ πνεῦμα ἐν τῷ σχήματι εἰς συχνὰ κῶλα ὀφείλει καὶ μεταπεσεῖν εἰς ἄλλο σχῆμα λόγου προχωροῦν καὶ τῷ δευτέρῳ πάλιν ἐπιπίπτειν εἰ τύχοι τὸ τρίτον· ἡ γὰρ κοινωνία ἡ τοιαύτη καὶ ἡ διαδοχὴ ὡραῖον ποιεῖ τὸν λόγον ἐν τῷ πνεύματι, οἷον ἐὰν ἀπὸ τῆς ἀποφάνσεως εἰς τὴν πεῦσιν καταστῇς, ὡς ὁ Δημοσθένης τὰ πρῶτα κῶλα ἀπεφήνατο «ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος», εἶτα κατέβη εἰς τὴν πεῦσιν «πότερον ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει; ἢ τὸ ἔμπαλιν, ἂν ἐρωτήσας εἰς τὸ δεικτικὸν μεταβάλῃς ἢ εἰς ἄλλο τι. πλὴν ἰστέον, ὅτι καλὸν ἐπιμείναντα τῷ πνεύματι ἐν τῷ ἐνὶ σχήματι καὶ εἰς διαδοχὴν ἄλλου προχωρῆσαι· πολλάκις γὰρ τοῦτο οὕτω περικαλλῆ τὸν λόγον ἐποίησεν, ὥστε καὶ εἰς τρίτον σχῆμα μεταβαίνοντας ἀναστῆσαι τοὺς ἀκούοντας, ὥσπερ ἀκμαζούσης τῆς τοῦ λέγοντος φορᾶς, ἣν παρίστησι τοῖς ἀκούουσιν ἡ τοῦ σχήματος μεταβολή. τοὺς πολλοὺς δὲ καὶ ἠπάτησεν ἡ θεωρία ὡς ἀκμὴ οὖσα. ὁ δὲ ἀκμαῖος λόγος οὐχ ὁ αὐτός ἐστιν ἐν λόγῳ καὶ νοήματι, ἀκμὴ δὲ ἄλλο τι διανοίας ἐστὶ καὶ ἄλλο λόγου· ἀκμὴ γάρ ἐστι λόγου τῶν κατὰ πνεῦμα σχημάτων μεταβολή, νοημάτων δέ, ὅταν πληρώσας τις ἓν νόημα ἐν πνεύματι εἰς ἄλλο νόημα λαθὼν μεταβῇ κἀκεῖνο ποιῇ πνεῦμα, εἶτα ἀπʼ ἐκείνου εἰς ἄλλο πνεῦμα· καὶ οὕτως ἐκ τῶν ἀδήλως ἄλληλα διαδεχομένων ἡ ἀκμὴ γίνεται. ὡς δʼ ἐπὶ παραδείγματος τὸ Δημοσθενικὸν ῥητέον, ὅπως εἰδείημεν, ὅτι ἡ τῶν πνευμάτων συνθήκη ἀκμή ἐστιν· «ὅτε γὰρ περιὼν ὁ Φίλιππος Ἰλλυριοὺς καὶ Τριβαλλούς, τινὰς δὲ καὶ τῶν Ἑλλήνων κατεστρέφετο καὶ δυνάμεις πολλὰς καὶ μεγάλας ἐποιεῖτο ὑφʼ ἑαυτόν, καί τινες τῶν ἐκ τῶν πόλεων ἐπὶ τῇ τῆς εἰρήνης ἐξουσίᾳ βαδίζοντες ἐκεῖσε διεφθείροντο, ὧν εἶς οὗτος ἦν, τότε δὴ τότε πάντες, ἔφ οὓς ταῦτα παρεσκευάζετο ἐκεῖνος, ἐπολεμοῦντο. εἰδὲ μὴ ῇσθάνοντο, ἕτερος λόγος οὗτος, οὐ πρὸς ἐμέ», μέχρι τούτου τὸ πνεῦμα· εἶτα τὸ «οὐ πρὸς ἐμέ» θελήσας ἐργάσασθαι ἄλλο πνεῦμα ἐποίησεν «ἐγὼ μὲν γὰρ καὶ προὔλεγον καὶ διεμαρτυρόμην καὶ παρʼ ὑμῖν ἀεὶ καὶ ὅποι πεμφθείην· αἱ δὲ πόλεις ἐνόσουν», καὶ τοῦτο μέχρι τῶν προδοτῶν προχωροῦν ἓν πνεῦμά ἐστιν· εἶτα λέγει τκαὶ τὰ ἄλλα πλὴν ἐκείνους ὅμως ἄλλους οἰομένους πωλεῖν πρώτους ἑαυτοὺς πεπρακότας σθῆσθαι2, ἀπὸ γὰρ τούτου καταλιπὼν πάλιν τὸ ἐγὼ οὐκ αἴτιοςʼ ἐργάζεται πνεῦμά τι ἄλλο, ὅτι οἱ προδόται πρὸ τῶν ἄλλων ἑαυτοὺς πιπράσκουσιν «ἀντὶ γὰρ φίλων καὶ ξένων, ἃ τότε ώνομάζοντο, νῦν κόλακες καὶ θεοῖς ἐχθροὶ καὶ πάντα ἃ προσῆκεν ἀκούουσι» ,καὶ τὰ παραδείγματα ληφθέντα εἰς κατασκευήν ἐστι τούτου, καὶ ἔστη ἐνταῦθα «ἐπεὶ διά γε ὑμᾶς καὶ πάλαι ἂν ἀπωλώλειτε»· ὥστε ἡ τῶν τριῶν πνευμάτων σύνθεσις ἀκμὴ γέγονεν ἐντελὴς ἐκ νοημάτων οὖσα. —Ἐπὶ τούτῳ προσθετέον ἐκεῖνο, ὅπερ ἐστὶ λαμπρὸν πάνυ καὶ ποιεῖν καὶ εἰδέναι, ὅτι ἀκμῆς γινομένης ἀπὸ τῶν νοημάτων δεῖ τελευταῖον τηρεῖν τὸ ποριμώτερον —δεῖ γὰρ ἀεὶ τὸν λόγον αὔξειν —,ποριμώτερον δέ ἐστι τὸ ἐκ παραδειγμάτων τὴν σύστασιν λαβεῖν δυνάμενον ἢ παραβολῶν. οὕτω γὰρ τῆς τέχνης τὴν τάξιν σε διδασκούσης καὶ ἐπὶ τὸ κρεῖττον κατʼ ὀλίγον προαγομένης καὶ ἀναγούσης εὐδοκιμεῖν ἡ ψυχὴ δοκεῖ, τῆς τέχνης διʼ ὧν προσῆκεν ὁδευούσης· καὶ γὰρ ὁ Δημοσθένης τὰ περὶ προδότας παραδείγματα τελευταῖα ἐφύλαξε, καὶ Ὅμηρος τὸ κατὰ κῶλον πνεῦμα ἐν πράγμασι πληρώσας ἐπὶ τὴν παραβολὴν ἡλθεν «ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ· ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι ευόντων· ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν »,εἶθʼ ἡ παραβολὴ «ὡς δʼ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι δώματος ὑψηλοῖο, βίας ἀνέμων ἀλεείνων, ὡς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.»