Ancient Greek · ~2 min
Δ
Hermogenes, Περὶ εὑρέσεως Περῖ τάσειυς.
Not analysed yet
Τάσις δέ ἐστι λόγου, ὅταν ὑπεραίρῃ τῷ μέτρῳ τὸ 5 πνεῦμα μακρότερον γινόμενον ὑπὲρ τὸ δύνασθαι ἐν ἰδίῳ ληφθῆναι τοῦ λέγοντος πνεύματι. τοῦτο γάρ ἐστιν ἡ τάσις τὸ ἀποτετάσθαι ἐπὶ μήκιστον ἤ χρὴ τὸ πνεῦμα. καταφορὰ δέ ἐστιν ἡ ἐν τῇ κατηγορίᾳ τάσις. τίνι δὲ διαλλάττει; ὅτι ἡ τάσις καὶ ἐν ἀπολογίαις εἶναι δύναται, ἡ καταφορὰ δὲ οὐκ ἂν γένοιτο ἐν ἀπολογίᾳ.