Ancient Greek · ~3 min
Γ
Hermogenes, Περὶ εὑρέσεως 1
Not analysed yet
1 Τὸ τρίτον μοι σύνταγμια τουτὶ γέγονεν, ὦ κράτιστε Ἰούλιε Μᾶρκε, περὶ ὡν ἤδη σοι φθάνω καὶ διʼ ἐμαυτοῦ πολλάκις τεχνολογήσας, τοῦ κορυφαίου τῆς ῥητορικῆς μέρους· ἔστι δὲ ἥ τε τῶν κεφαλαίων εἰσαγωγὴ καὶ οἱ τρόποι τούτων καὶ διʼ ὅσων γίνονται, εἶτα περὶ τῶν λύσεων καὶ ἐξ ὅσων συνίστανται, εἶτα ἐπιχειρημάτων καὶ τῶν τόπων, ἐξ ὧν λαμβάνονται, εἶτα ἐργασιῶν, αἳ καθʼ ἕκαστον τῶν ἐπιχειρημάτων ἐκλαμβάνουσαι ἐργάζονται, καὶ μὴν καὶ τῶν ἐπὶ τούτοιςμημάτων ἐμοὶ παρευρεθέντων, ἀφʼ ὧν τὸ ἀκρότατον τῆς δριμύτητος καὶ παρὰ τοῖς ἀρχαίοις εὑρίσκεται· περαιτέρω δὲ τούτων προβαίνουσαν τὴν ρρητορικὴν οὐχ εὑρήκαμεν, ἀνακυκλουμένην δέ γε. πρὸ δὲ τούτων βραχέα μοι περὶ προκατασκευῆς εἰπεῖν ἔδοξεν.