Ancient Greek · ~6 min
Δ
Hermogenes, Περὶ εὑρέσεως Περὶ σεμκοῦ λόγου.
Not analysed yet
11 Σεμνὸν δέ, εἴ τί πού ἐστιν ἐν τοῖς οὖσι, τί ἄλλο μᾶλλόν ἐστιν ἢ λόγος; καὶ τὸ μὲν σεμνὸν τοῦ νοῦ σεμνῶς οὐχ ἑρμηνεύεται ὑπὸ τῆς τοῦ ῥήτορος δυνάμεως ἀλλʼ ὑπὸ τῆς ἀνάγκης αὐτοῦ τοῦ πράγματος, οἷον «ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων» καὶ ὅσα ἄλλα τοιαῦτα· ὅπου δʼ ἂν ὁ νοῦς αἰσχρὸς ᾖ ἐκεῖ χρεία τῆς σεμνότητος τοῦ λόγου, ἵνα τὸ νοούμενον αἰσχρῶς οὕτως ἐξενέγκῃ τις τῷ λόγῳ εὐφυῶς, ὄνομα ἀντʼ ὀνόματος ἀμείβων, ὡς μὴ δόξαι τισὶν αἰσχρὸν εἶναι τὸ πρᾶγμα διὰ τὴν τοῦ λόγου σεμνότητα, ὡς παρὰ τῷ Μενάνδρῳ· πυθομένου γάρ τινος κόρης, πῶς εἴη διεφθαρμένη, σεμνῶς ἀφηγήσατο πρᾶγμα αἰσχρὸν ὀνόμασι βελτίστοις ‘Διονυσίων ἦν πομπή, ὅ δέ μοι ἠκολούθησε μέχρι πρὸς τὴν θύραν, ἔπειτα φοιτῶν καὶ κολακεύων τὴν μητέρα ἔγνω μεʼ· τὸ γὰρ ἐφθάρθαι καὶ ὑβρίσθαι σεμνῶς ‘ἔγνω μεʼ εἰπὼν ἐκόσμησε πρᾶγμα αἰσχρὸν σεμνοτέρᾳ λόγου συνθέσει. γίνεται μὲν οὖν ἢ ὀνόματι ἡμῶν ἀντʼ ὀνόματος χρωμένων, ἢ πολλάκις οὐδὲ λέγεται τὸ πρᾶγμα, ἐὰν αἰσχρὸν πάνυ, ἀλλὰ τὰ πρὸ τοῦ πράγματος εἰωθότα γίνεσθαι λέγονται καὶ τὰ ἐπισυμβαίνοντα τῷ αἰσχρῷ πράγματι, ἅπερ ἐξ ἀνάγκης ἐναργῶς καὶ σεμνῶς δηλοῖ καὶ αὐτὰ τὰ σιγώμενα, σεμνῶς μὲν ὅτι μὴ λέγεται, ἐναργῶς δὲ ὅτι τοῖς ἑκατέρωθεν νοεῖται· ὡς παὶ παρʼ Ὁμιήρῳ «λῦσε δὲ παρθενικὴν ζώνην, ἐπὶ δʼ ὕπνον ἔχευεν. ἣ δʼ ὑποκυσσαμένη» τέκετο, ὃν ἔφη τεκεῖν· ἐνταῦθα γὰρ τὴν συνουσίαν ἐδήλωσε τῷ καὶ τὰ γενόμενα πρὸ τῆς συνουσίας εἰπεῖν «λῦσε δὲ παρθενικὴν ζώνην» καὶ ἐπενεγκεῖν, ἃ μετὰ τὴν συνουσίαν γίνεται, «ἣ δʼ ὑποκυσσαμένηκ».