Ancient Greek · ~7 min
Δ
Hermogenes, Περὶ εὑρέσεως Περὶ τροπτῆς.
Not analysed yet
Τροπὴ δέ ἐστι τὸ μὴ ἐξ ὑποκειμένου πράγματος ἀλλοτρίου 10 δὲ σημαντικὸν ὄνομα θεῖναι κοινὸν εἶναι δυνάμενον καὶ τοῦ ὑποκειμένου καὶ τοῦ ἔξωοθεν ἐμφαινομένου, ὃ καλεῖται καὶ μεταφορὰ παρὰ τοῖς γραμματικοῖς, οὐχ ὡς ἐκεῖνοι λέγουσι τὸ ἀπὸ τῶν ἀψύχων ἐπὶ τὰ ἔμψυχα καὶ τὸ ἀνάπαλιν· ἀλλὰ καθόλου ἡ ῥητορικὴ πολυπραγμονοῦσα μηδὲν μήτε ἐμψύχων μήτε ἀψύχων, οὕτω χρῆται τοῖς ἀλλοτρίοις ὀνόμασιν, οἷον προπέποται τὰ τῆς πόλεως πράγματα», ἀντὶ τοῦ προδέδοται, καὶ ‘τιθασεύουσινʼ· ἐμφαίνεται γὰρ ἐκείνῳ τε τῷ ὀνόματι τὸ συμπόσιον μὴ ὑποκείμενον καὶ τούτῳ τὰ θηρία τιθασευόμενα τῷ λόγῳ μὴ ὑποκείμενα. τούτου δὲ τοῦ εἴδους εἴ τις ἐφαψάμενος πληρώσειε καὶ τὸ ἐφεξῆς τῆς τροπῆς ὄνομα, ὡς πᾶσαν ἐνθεῖναι τὴν παραβολήν, ἀρετὴν ἐποίησεν, εἰ δὲ ἐλλείψειε, κακοζηλότερόν ἐστιν· οἶον «έχθρὸν ἐφʼ ἡμᾶς αὐτούς τηλικοῦτον ἠσκήσαμεν», εἶπὼν ὄνομα καὶ λαβὼν ἀπὸ τοῦ ἀγῶνος εὐθέως ἀπέδωκεν «ἢ φρασάτω τις ἐμοί, πόθεν ἄλλοθεν ἰσχυρὸς ἢ παρʼ ἡμῶν αὐτῶν γέγονε Φίλιππος» καὶ τὰ ἐξῆς ὁμοίως. —Δεῖ μέντοι εἰδέναι, ὅτι, ὅσα μέν ἐστι συντελικὰ τῆς τροπῆς, εὐθύς ἀποδοθήσεται, ὅσα δὲ γελοιότερα, διὰ πολλοῦ, τῷ χρόνῳ λανθάνοντα καὶ τῷ μὲν τεχνίτῃ κατάδηλα ὄντα, τοῖς ἀτέχνοις δὲ μὴ φαινόμενα. τοῦτο μὲν οὖν σεμνὸν ὂν εὐθέως ἀπεδόθη· τὸ δὲ «προπέποται τὰ τῆς πόλεως πράγματα» εἰ μὲν εἶχεν ἐγγύς παρακειμένην τὴν ἀπόδοσιν, γελοιότερον ἂν ἦν, διὰ πολλοῦ δὲ λανθάνον οὐ φαίνεται· ὑποβαίνων γὰρ ἐρεῖ ὧδέ που «μεθύει τῷ μεγέθει τῶν πεπραγμένων Φίλιππος», ὥρμητο δὲ τὸ τοῦ μεθύειν ὄνομα ἀπʼ ἀρχῆς τοῦ ‘προπέποταιʼ, ἐδόκει δὲ εἶναι γελοιότερον εὐθὺς παρακείμενον τῷ ‘προπέποταιʼ τὸ ‘μεθύει’. τῷ μέντοι ‘μεθύειʼ παρακείμενον τὸ ‘ὀνειροπολεῖʼ σεμνὸν ὂν ἐκόσμησε τὸν λόγον· κοινὸν γάρ ἐστι τῶν μεθυόντων τὸ ὀνειροπολεῖν.