Ancient Greek · ~10 min
Δ
Hermogenes, Περὶ εὑρέσεως Περὶ κακοζήλου.
Not analysed yet
12 Τὸ δὲ κακόζηλον γίνεται ἢ κατὰ τὸ ἀδύνατον ἢ κατὰ τὸ ἀνακόλουθον, ὃ καὶ ἐναντίωμιά ἐστιν, ἢ κατὰ τὸ αἰσχρὸν ἢ κατὰ τὸ ἀσεβὲς ἢ κατὰ τὸ ἄδικον ἢ κατὰ τὸ τῇ φύσει πολέμιον, καθʼ οὕς τρόπους καὶ ἀνασκευάζομεν μάλιστα τὰ διηγήματα ἐκβάλλοντες ὡς ἄπιστα. διά τοι τοῦτό φαμεν καὶ τὰς διασκευὰς μέχρι τοῦ εἰκότος προχωρεῖν, ὡς, εἰ παρὰ τὸ εἰκὸς εὑρεθείη τι, πάντως καὶ κακόζηλον ἐσόμενον καὶ ἐμπεσούμενον τῇ ἀνασκευῇ· καὶ γὰρ ἐκεῖ λέγομεν ‘οὐκ εἰκὸς τόδε πραχθῆναιʼ, ἢ ὅτι ἀδύνατον ἢ ὅτι αἰσχρὸν καὶ τὰ ἐξῆς. γίνεται δὲ τὸ κακόζηλον ὅμως καὶ τροπικῇ λέξει μιᾷ χρησαμένων, εἶτα τὸ πλῆρες τῆς τροπῆς ἀποδοῦναι μὴ δυναμένωον. Ἰστέον μέντοι, ὅτι τὰ κακόζηλα ἔστι πολλάκις ἰᾶσθαι τῇ προκατασκευῇ καὶ προθεραπείᾳ· τὰ γὰρ προμαλαχθέντα τῇ ἑρμηνείᾳ νοῦν εἰσάγει, ὅθεν καὶ τὸ τόλμημα προσδοκᾶται τοῖς ἀκούουσιν, ὃ καὶ πρὶν λεχθῆναι ἀσφαλὲς εἶναι δοκεῖ, γυμνὸν δʼ ἃν τεθῇ πρὸ τῆς κατασκευῆς τοῦ λόγου, κακόζηλον ἔδοξεν ἢ τῷ νῷ ἢ τῷ λόγῳ. καὶ σκόπει, πῶς καὶ Ὅμηρος ἐποίησεν· ὡς γὰρ λέξειν ἔμελλεν «ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο», φοβούμενος τούτου τὸ ἀδύνατον προκατασκευάζει τοιοῦτον ἄνδρα τῷ λοιπῷ διηγήματι, ὡς μηδὲ τὸν περὶ τούτου λόγον ἄπιστον καταστῆναι λεχθέντα, τῷ τε τροφὰς αὐτῷ παραθεῖναι μείζονας ἢ κατὰ ἄνθρωπον τῷ τε ἀποδοῦναι αὐτῷ ῥόπαλον βαστάζειν, οἷον οὐκ ἄνθρωπος, καὶ λίθον καὶ τῷ τὴν ἰδέαν αὐτοῦ διελθεῖν ὡς μεγάλην καὶ φοβερὰν καὶ τῷ εἰπεῖν «νοὐδὲ ἐῴκει ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντια»· πάντες γὰρ οἱ περὶ τούτου προγυμνασθέντες λόγοι πιστὸν ἐποίησαν εἶναι δοκεῖν τὸ παράδοξον τὸ περὶ τοῦ Κύκλωπος ῥηθὲν τὸ «ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιοπ»· εἰ γὰρ καὶ τοιοῦτος ἦν, οἷον αὐτὸν προκατεσκεύαζεν, οὐδὲν ἦν τὸ καὶ τοιοῦτον αὐτὸν ποιῆσαι δυνηθῆναι. Γίνεται δὲ τὸ κακόζηλον καὶ κατὰ τὸ εὐτελὲς πολλάκις, ὡς ἐκεῖνο «οἴμοι, δράκων μου γίνεται τὸ ἥμισυ». θεραπεύεται δὲ τὰ κακόζηλα οὐ τῇ προδιορθώσει μόνῃ ἢ τῇ προκατασκευῇ, ὡς ἐδείξαμεν, ἀλλὰ καὶ τῇ ἐπιδιορθώκει καλουμένῃ. δεῖ δὲ εἰδέναι, ὅτιτὰ εὐτελῶς εἰρημένα ἡ σεμνότης διορθοῦται, ὡς παρὰ τῷ Εὐριπίδῃ «οἴμοι, δράκων μου γίνεται τὸ ἥμισυ», τοῦτο γὰρ κοινῶς καὶ εὐτελῶς εἰπὼν ἐθεράπευσε τῇ ἐπιφορᾷ «τέκνον, περιπλάκηθι τῷ λοιπῷ πατρί»· τοῦτο δὲ οὐ μόνον σεμνῶς εἴρηται, ἀλλὰ καὶ ἐπιφωνηματικῶς διὰ τὸ τετολμῆσθαι. οὗτὸ ἐναντίον, ἐὰν συμβῇ τινι μετὰ σεμινότητα εἰς αἰσχρὸν κατενεχθῆναι, κακόζηλον ἐγένετο, ὡς ἑτέρωθι ὁ αὐτὸς «ἣ δὲ καὶ θνῇσκουσʼ ὅμως πολλὴν πρόνοιαν εἶχεν εὐσχήμως πεσεῖν», τοῦτο σεμνῶς εἰπὼν ἐπήνεγκεν εὐτελὲς καὶ κοινὸν καὶ κακόζηλον «πκρύπτουσʼ, ἃ κρύπτειν ὄμματʼ ἀρσένων χρεών»