Ancient Greek · ~9 min
Γ
Hermogenes, Περὶ εὑρέσεως Ηερὲ ὄρου.
Not analysed yet
14 Ὅρος καὶ ἀνθορισμὸς καὶ συλλογισμὸς καὶ λύσις τοῦ συλλογισμοῦ τέσσαρα μέν ἐστιν ὀνόματα, τῇ δὲ δυνάμει δύο· ὅ τε γὰρ τὸν ὅρον ἔχων καὶ τὸν συλλογισμὸν τοῖς αὐτοῖς ἐπιχειρήμασι κατασκευάζειν ἑκάτερα δύναται, ὅ τε τὸν ἀνθορισμὸν καὶ τὴν λύσιν τοῦ συλλογισμοῦ τοῖς αὐτοῖς ἐπιχειρήμασι κατασκευάζειν ἑκάτερα δύναται. τέχνη δὲ θαυμασία παρʼ ἡμῖν εὕρηται πρὸς τὸ μήτε πεφύρθαι τὸν λόγον μήτε ἄπορον εἶναι διῃρημένης τῆς διανοίας, ὥσπερ καὶ ἐπὶ τῶν ἐπιχειρημάτων, ἕνα ὅ τε τὸν ὅρον μελετῶν καὶ ὁ τὸν ἀνθορισμὸν ἀντιτιθεὶς τούτῳ τὰ πρὸ τοῦ πράγματος εἰωθότα συμβαίνειν λέγωσι, καὶ ὁ μὲν τὸν ὅρον κατασκευάζων οὕτω ζητῇ τόδε πρὸ τοῦ πράγματος ἔδει γενέσθαι, οὐ γέγονενʼ, ὁ δὲ τὸν ἀνθορισμὸν κατασκευάζων ἵνα οὕτω λέγῃ ἔδει τόδε γενέσθαι πρὸ τοῦ πράγματος, γέγονεʼ. ταῦτα μὲν ἀπὸ τῶν πρὸ τοῦ πράγματος· οἶον μαινόμενος ἀπέκτεινε τύραννον, σωφρονήσας αἰτεῖ τὸ γέρας, ἐνίσταταί τις αὐτῷ ‘οὐ τοῦτό ἐστι τυραννοκτονίαʼ. ὅ δέ φησι τοῦτό ἔστι τυραννοκτονία· ἔδει ἀνελθεῖν εἰς τὴν ἀκρόπολιν, ἀνῆλθον· ἔδει ἀποκτεῖναι, πεφόνευκαʼ, ταῦτα πρὸ τοῦ πράγματος. ὁ δὲ τὸν ἀνθορισμὸν κατασκευάζων ἐρεῖ οὕτως ἔδει βουλεύσασθαι πρῶτον τὸν μέλλοντα τυραννοκτονεῖν, σὺ μαινόμενος οὐκ ἐβουλεύσω· σωφρονούντων γὰρ ἔργον ἐστίνʼ, ὥστε τῶν ὀφειλόντων τι πρὸ τοῦ πράγματος γενέσθαι παρὰ τοῦ τυραννοκτόνου λείπει· ‘ἔδόει εἰδέναι τὸν τυραννοκτόνον, τί ποιεῖ, σὺ δὲ οὐκ ᾐόεις᾿. ὁ δὲ συλλογισμὸς ἀπὸ τῶν ἐπισυμβαινόντων τῷ πράγματι ἐπικατασκευασθήσεται, οἷον οὐδὲν διαφέρει, εἴτε ἐμαινόμην εἴτε ἐσωφρόνουν· ἂ γὰρ ὡς σωφρονοῦντος ἀποκτείναντος ἐμοῦ ἐπισυνέβη ἂν ἀγαθά, ταῦτα καὶ νῦν γέγονεν· ἔδει τὸν τύραννον ἀνῃρῆσθαι, ἀνήρηται· ἔδει ἐλευθερίαν γενέσθαι, γέγονεν· ἔδει μηδένα εἶναι ἐπὶ τῆς ἀκροπόλεως, οὐδεὶς ἔστινʼ. ὁμοίως καὶ ὁ τὴν λύσιν τοῦ συλλογισμοῦ ἔχων ἐκ τῶν μετὰ ταῦτα συμβαινόντων, εἴ τι μὴ ἐπιγέγονε, λαμβάνων ὡς ἐπιχείρημα φήσει ὅτι πολὑ διαφέρει· ἂ γὰρ ἂν ἐπισυνέβη σωφρονοῦντός σου κτείναντος, ταῦτα οὐ γέγονε νῦν μαινομένου ἀποκτείναντος· οἶον ὁ σωφρονῶν ἀποκτείνας εὐθέως τιμᾶται, σὺ δὲ μετὰ τὸν φόνον ἐθεραπεύου ἰατροῖς ὑποκείμενος καὶ μάγοιςʼ ὥστε τῇ μὲν δυνάμει τὰ αὐτὰ εἶναι κἀκεῖνα, οἷα τὰ ἐνθάδε, μόνῃ δὲ τῇ διαστάσει τῶν χρόνων διαφέρειν. ἐξ οὗ συμβαίνει μὴ διαμαρτεῖν τὰς δριμύτητας πρός τε εὐπορίαν τοῦ ἐπιχειροῦντος καὶ πρὸς διάκρισιν τῶν τε ἄνω κεφαλαίων καὶ τῶν ἐφεξῆς, ὡς ἂν μὴ τοῖς αὐτοῖς περιπίπτωμεν τῷ τὰς αὐτὰς δυνάμεις ἔχειν ἑκάτερα.