Ancient Greek · ~7 min
Γ
Hermogenes, Περὶ εὑρέσεως Περὶ τάξειος ἑπιχειρημάτων.
Not analysed yet
13 Ἡ δὲ τάξις τῶν ἐπιχειρημάτων διπλῆ. εἰ γὰρ τύχοι τὰ μὲν αὐτῶν ἀποδεικτικὰ εἶναι πολιτικῆς ἑρμηνείας μόνης δεόμενα, τὰ δὲ πανηγυρικά, τηρήσεις τὰ πανηγυρικὰ τελευταῖα πρὸς τὸ δοκεῖν αὔξειν προχωοροῦντα τὸν λόγον ἐπὶ τὸ ἀκμαιότερον, ἵνα τὰ τῆς τέχνης κατʼ οἰκείαν τάξιν προχωοροῦντα δόξαν ἀκμῆς τῷ λέγοντι παράσχῃ ὡς ὑπὸ τῆς ἐν τῷ λέγειν θερμότητος ἐπὶ τὸ ἀκμαιότερον προαγομένῳ· ἄλλως τε δὲ καὶ ἡδίων τοῖς ἀκούουσιν ὁ ἀπὸ τῶν ἀποδεικτικῶν ἐπὶ τὰ πανηγυρικώτερα χωρῶν, οὐχ ὁ ἀπὸ τῶν πανηγυρικῶν ἐπὶ τὰ ἀποδεικτικά. Αὕτη μὲν ἰδέα πρώτη. δευτέρα δὲ ἐκείνης σοφωτέρα ἰδόντα τὰ ἐπιχειρήματα, ὁπόσα ἐστὶ καὶ οἷα, τὸ προκλητικώτερον τοῦ ἐξῆς κεφαλαίου τελευταῖον τιθέναι, ἵνα, ἐκ τῆς ἀνάγκης τοῦ ἐπιχειρήματος ἀνισταμένου τοῦ κεφαλαίου τοῦ ἐφεξῆς, ὕφος ἕν ὁ λόγος γένηται καὶ σῶμα, μὴ διασπώμενος ἐν ταῖς ὑποφοραῖς, ἀλλὰ αὐτὸς αὐτοῦ δοκῶν ἔχεσθαι καὶ ἀνίστασθαι διʼ αὐτοῦ· ὥσπερ οὖν ἴσμεν καὶ ἐν ταῖς ἀντιλήψεσι τὸ ἀντιπαραστατικὸν μετὰ τὴν ἔνστασιν τελευταῖον τιθέμενον, ἐπειδὴ ἐγερτικόν ἐστι τοῦ ὅρου, οἷον ‘ἐξῆν ἀποκτεῖναι τὸν υἱόν’, ἡ ἔνστασις οὐκ ἐξῆν· εἰ δὲ καὶ ἐξῆν, οὐκ ἐπὶ τῷ αἴτιον γενέσθαι σε τῇ μητρὶ θανάτουʼ, ἵνα εὐθέως ὁ ὄρος ἀπαντήσῃ, τί τὸ αἴτιόν ἐστι θανάτου γενέσθαι. εἰ γὰρ καὶ ἀντιπαράστασίς ἐστιν ἡ ἀπαντήσασα οὐκ ἐπιχείρημα, ὅμως εἰς παραδείγματος λόγον θήκαμεν, ὅτι χρὴ καὶ ἐπὶ τῶν ἐπιχειρημάτων οὕτω τιθέναι τελευταῖον τὸ τοῦ μέλλοντος κεφαλαίου προκλητικόν· ἐπεὶ καὶ ἡ ἔνστασις καὶ ἡ ἀντιπαράστασις τὸν αὐτὸν ἔχουσι λόγον, οὐκ ἀεὶ τῆς ἐνστάσεως ἢ τῆς ἀντιπαραστάσεως πρώτης τιθεμένης, ἀλλʼ ἐναλλἀξ τοῦτο πασχούσης ἑκάστης, ὅν τρόπον φαμὲν δεῖν ἀνασκοπεῖν καὶ ἐπὶ τῶν ἐπιχειρημάτων· καὶ γὰρ τούτων ἑκάστη ἢ διὰ τὸ ἀκμαιότερον δευτέρα τεθήσεται ἢ διὰ τὴν τοῦ μέλλοντος κεφαλαίου προσδοκίαν.