Ancient Greek · ~4 min
Γ
Hermogenes, Περὶ εὑρέσεως 12
Not analysed yet
Δυσχερῆ λύσιν ἔχει τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους τῆς 12 πραγματικῆς. εὕρηται οὖν καὶ μέθοδος πρὸς ταῦτα, ὥστε τῷ λύοντι τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους εὐπορίαν εἶναι, καὶ τοῦτο τὸ μάθημα σαφέστατα ἐκθήσομαι. ἐὰν μὲν τὸ πρᾶγμα παρʼ ἡμῶν γεγονὸς καὶ ὑπὸ τῶν ἐχθρῶν εἰς τὴν ἡμετέραν βλάβην εἰσαγόμενον, οὕτως αὐτὸ λύσομεν· ζητοῦντες τῶν ἀντιθετικῶν στάσεων τὰ λυσιτελοῦντα ἡμῖν θήσομεν, ὥσπερ ποιοῦμεν καὶ ἐν τῇ ἀντιλήψει, πολλάκις δὲ θήσομεν καὶ τῶν ἄλλων στάσεων τὰ συντελοῦντα εἰς τὴν ἡμετέραν ώφέλειαν. καὶ μεταληπτικὰ δὲ ἐἀν ἔχῃ τὸ κεφάλαιον τοῦ πλαττομένου, θήσομεν ἔσθʼ ὅτε καὶ οὕτω λύσομεν ὅτι οὐδὲν πρὸς ἡμᾶς τὸ γενόμενον. καὶ μάλιστα ἐὰν ἐκ φύσεως ὴ τι γενόμενον καὶ διὰ τοῦτο ἀξιῶμέν τι γενέσθαι, ὁ ἐνιστάμενος ἐρεῖ ὅτι οὐ διʼ ἡμᾶς γίγνεται ἀλλὰ διὰ τὴν αὐτοῦ φύσινʹ. οἷον ῥεῖ ἀπὸ τῆς Αἴτνης ἐπὶ τὴν Κατάνην συνεχῶς τὸ πῦρ, καὶ συμβουλεύει τις αὐτοῖς μετοικίζεσθαι· τοῦτο τοίνυν λέξει ὁ φεύγειν συμβουλεύων ὅτι κινδυνεύομεν ἐπιόντος ἡμῖν τοῦ πυρὸς καὶ ἀπαίρωμεν ἐνθένδεʼ ἀπαντήσομεν οὖν οὕτως οὐ δηʼ ἡμᾶς ῥεῖ τὸ πῦρ ἀλλὰ διὰ τὴν αὐτοῦ φύσινʼ.