Ancient Greek · ~9 min
Δ
Hermogenes, Περὶ εὑρέσεως Περὶ ἑπιφωνήματος.
Not analysed yet
9 Τὸ ἐπιφώνημα λόγος ἐστὶν ἔξωθεν ἐπὶ τῷ πράγματι παρʼ ἡμῶν λεγόμενος. δεῖ δὲ αὐτὸν καὶ προσέχεσθαι τῷ ὑποκειμένῳ ὡς ἐκείνου μέρος ὄντα, ἵνα μὴ ἀπάδῃ, δεῖ δὲ αὐτὸν καὶ ἔξωθέν τι προσειληφέναι, ἵνα ᾖ καὶ ἡ τοῦ ἐπιφωνήματος φύσις φανερά. τὸ δὲ προσλαμβανόμενον ἔξωθεν τετολμῆσθαι δεῖ ἀσφαλῶς· διὰ τοῦτο γάρτοι καὶ ἐπιφώνημα λέγεται, οὐχ ὅτι αὐτὸ τὸ πεπραγμένον λέγεται, ἀλλʼ ὅτι τῷ γιγνομένῳ ἐπιφωνεῖται· μέχρι γὰρ ἄν τις κατὰ κῶλον μεμετρημένως διατυποῦν ἐθέλῃ τὸ γινόμενον, τὸ πρᾶγμα λέγει, ἐὰν δὲ παυσάμενος ἐπενέγκῃ τι τῷ παντὶ ὡς παῤ αὑτοῦ ἐξωθεν, τοῦτο ἐπιφώνημα λοιπόν ἐστιν, οἷον «σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσε Ζέφυρός τε δυσαὴς καὶ Βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων» καὶ «σὺν δὲ νεφέεσσι κάλυψε γαῖαν ὁμοῦ καὶ πόντον, μέχρι τούτων ἡ διατύπωσις, τὸ δὲ «ὀρώρει δʼ οὐρανόθεν νύξ» ἐπιφώνημα λοιπόν ἐστιν· ᾗ μὲν γὰρ ἐκ τῶν νεφῶν σκότος γίνεται, προσέχεται τῇ ἀληθείᾳ καὶ ἔδιον τοῦ πράγματος ἐγένετο, ᾗ δὲ ἐξ οὐρανοῦ λέγει τὴν νύκτα γεγονέναι, δὶς ἐτόλμησε, καὶ νύκτα εἰπὼν τὸ ἄλλο σκότος καὶ ἐξ οὐρανοῦ γεγονέναι, ὅθεν οὐδέποτε γίνεται σκότος οὐδὲ νύξ. Καὶ τὸ μὲν ἀληθινὸν ἐπιφώνημια τοῦτό ἐστιν. Ἔστι δὲ καὶ ἄλλο ἐπιφωνήματος εἶδος τρόπον τινὰ γινόμενον, ὃ καὶ ἀκμὴν ἐκάλεσαν τινές, οὐκ ὀρθῶς ὁρίζοντες ἐν ἐνὶ κώλῳ ἀκμήν, ἐπεὶ μηδέ, ὅθεν γίνεται, δύναται τις εἰδέναι. ἔστι δὲ τοῦτο τοιοῦτον, ὅταν πνεύματος κατὰ μέρος ἀποταθέντος ἐν πολλοῖς κώλοις ἐπὶ τέλει πάλιν ἓν κῶλον τεθῇ, συλλήβδην ὡς εἰπεῖν πᾶν τὸ πνεῦμα δυνάμενον ἀφορίσασθαι καὶ ἔχειν ἐν ἑαυτῷ οἷον «Αἴας δʼ οὐκέτʼ ἔμιμνε, βιάζετο γὰρ βελέεσσι» καὶ ὅλον τὸ παρʼ Ὁμήρῳ πνεῦμα· κατὰ μέρος γὰρ εἰπὼν τὰ συμβάντα τῷ Αἴαντι καὶ ἐπισυμβαίνοντα ἐπὶ τέλει πάλιν ὥσπερ ἐν ἑνὶ κώλῳ πάντα ἐπαλιλλόγησεν εἰπὼν «πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο». Ἔστιν ἐπιφωνηματικὰ καὶ τὰ ἀπὸ τῶν τροπῶν ὀνόματα ἑλκόμενα λοιπὸν εἰς τὸ πρᾶγμα, τολμηρῶς ἡμῶν βιαζομένων τὰ ἐκ τοῦ ἀλλοτρίου πράγματος εἰς τὸ ἡμέτερον μεταφέρειν ὡς τὸ ἀσφαλὲς ἐχόντων διὰ τὸ καὶ εἰς τὴν παραβολὴν αὐτὰ προειρηκέναι· οἷον ἐάν τις ναυάγιον ἐκ παραβολῆς εἰπὼν ἐν λόγῳ, εἶτα μεταβαίνων εἰς τὰ πράγματα ἐθελήσῃ λέγειν κατʼ ὄνομα ἕκαστον τῶν ἐκ τῆς ναυαγίας σημαίνων τὸ ὑποκείμενον, οἷον ‘ἐν χειμῶνι καὶ νῦν ἐστι τὰ τῆς πόλεως πράγματα καὶ κλύδωνι, καὶ σαλεύεται τὰ καθεστηκότα καὶ δεῖται τοῦ κυβερνήσοντος σημαῖνον Ac αὐτά. καὶ πάλιν αὐτοῦ μεμνησόμεθα τούτου ἐξῆς ἐν τῷ περὶ τροπῆς λόγῳ.