Ancient Greek · ~6 min
Α
Hermogenes, Περὶ εὑρέσεως Περὶ τῶυ ἐκ περιουσίας προοιμίων.
Not analysed yet
3 Τὰ ἐκ περιουσίας καλούμενα προοίμια ἰδίαν εὕρεσιν ἔχει ἐν ταῖς κατηγορίαις καὶ ἐν ταῖς ἀπολογίαις, σαφῆ δὲ αὐτὰ ἐν ἑκατέροις ποιήσω. ἐὰν γὰρ κατηγοροῦντές τινος φόνου δυνώμεθα λέγειν ὅτι ῾ἠδυνάμην αὐτὸν καὶ δημοσίων ἀδικημάτων κρίνεινʼ, ἐκ περιουσίας ποιοῦμεν τὸ προοίμιον, κὰν δημοσίων ἀδικημάτων κρίνοντες δυνώμεθα λέγειν ὅτι ῾ἠδυνάμην αὐτὸν καὶ ἀσεβείας κρίνεινʼ, ἐκ περιουσίας προοιμιαζόμεθα· οἷον ἀριστεύς ἄχειρ προσῆλθε στρατηγῷ δεόμενος τροφῶν, ὃ δὲ εἶπεν ἀχρήστους ἡ πόλις οὐ τρέφειʼ, κατὰ κρημνοῦ ὦσεν ἑαυτὸν ὁ ἀριστεύς, καὶ κρίνεται ὁ στρατηγὸς αἰτίας θανάτου· λέγομεν γὰρ ἐκ περιουσίας ὅτι ῾ἠδυνάμην αὐτὸν καὶ δημοσίων ἀδικημάτων εἰσαγαγεῖν γραψάμενος, ὅτι κοινὸν εὐεργέτην τῆς πόλεως ἀπώλεσεν᾿. ἢ ἐκεῖνο τὸ πρόβλημα· ἡ ψύη μετὰ τὴν κατάλυσιν τοῦ Πεισιστράτου κρίνεται δημοσίων ἀδικημάτων· λέγομεν γὰρ ῾ἠδυνάμην μὲν οὖν καὶ ἀσεβείας αὐτὴν γραψάμενος εἰς ὑμᾶς ἀγαγεῖν, ὅτι τὸ σχῆμα τῆς Ἀθηνᾶς ἀσεβῶς ὑπεκρίνατο. —Ἰστέον δέ, ὅτι μικροτέρου κρίνοντας δεῖ λέγειν ὅτι ῾καὶ μείζονος ἠδυνάμηνʼ, μὴ μέντοι μείζονος κρίνοντας λέγειν ὅτι καὶ τοῦ μικροτέρου ἠδυνάμηνʼ· ἄτεχνον γὰρ τὸ τοιοῦτον. Ἐν δὲ ταῖς ἀπολογίαις εὐκαταληπτότερον τὸ ἐκ περιουσίας μάθημα· πᾶς γὰρ ὁστισοῦν μετὰ τὴν εὐεργεσίαν κρινόμενος ἄριστα ποιήσει προοίμιον ἐκ περιουσίας λέγων ῾ἐγὼ μὲν καὶ γέρας ὑπελάμβανον ἐπὶ τοῖς πεπραγμένοις λήψεσθαι, μή τί γε δὴ καὶ κρίσεις ὑπομενεῖνʼ, οἷον ὁ στρατηγὸς ὁ τὰς τριήρεις νικώμενος καταφλέξας καὶ νικήσας καὶ κρινόμενος δημοσίων ἀδικημάτων, ἢ ὁ ῥίψας ἀπὸ τοῦ τείχους τὴν ἀσπίδα καὶ ἀποκτείνας τὸν πολέμιον. καὶ καθάπαξ ῥᾳδίου τοῦ μαθήματος ὄντος χρειώδους δὲ ἀνθεκτέον.