Ancient Greek · ~20 min
Γ
Hermogenes, Περὶ εὑρέσεως Περὶ τῶn ἀπʼ ἀρχῆς ἄχρι τέλους..1
Not analysed yet
10 Τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἔστι μὲν τὸ συνεκτικώτατον πάντων τῶν κεφαλαίων —ἕνθεν γὰρ καὶ τὰ ἄλλα γίνεται κεφάλαια —,ἔχει δὲ οὐ τὴν αὐτὴν κατασκευὴν τῶν ἐπιχειρημάτων, οἵαν καὶ τὰ λοιπά· οὐ γὰρ ἡ περίστασις κατασκευάζει τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἀλλʼ ὥσπερ ἴδιος ἐπιχειρημάτων τόπος ἔστι τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἡ ὑποδιαίρεσις καλουμένη. ἔστι δὲ ἡ ὑποδιαίρεσις ἡ τοῦ ἀθρόου πράγματος εἰς λεπτὸν τομὴ εὑρισκομένη πολλή, καὶ γίνεται οὕτως, εἴ τις τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ὁρίσας ἑαυτῷ ὁλοσχερῶς καὶ ἀπαραλείπτως καθʼ ἕκαστον ὄνομα τῶν λεγομένων ἐν αὐτοῖς δύναιτο ὑποδιαιρεῖν οὕτω πλάττων ‘εἰ γὰρ μὴ τόδε ἐποίησας ἀλλὰ μετριώτερονʼ, ‘εἰ γὰρ μὴ τοσαῦτα >ἐποίησας ἀλλὰ ἐλάττοναʼ. οἶον τρεῖς τις ἀπέκτεινε κατὰ τὸν τῶν ἀκρίτων νόμον υἱεῖς καὶ ἀξιοῖ δημοσίᾳ τρέφεσθαι νόμου κελεύοντος τὸν ἄπαιδα δημιοσίᾳ τρέφεσθαι. γενόμενος ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους οὕτω διασκοπήσεις· ὅπου τρεῖς ἀπέκτεινεν υἱεῖς, τὸ τρεῖς ὑποδιαιρήσεις εἰ γὰρ ἕνα ἀπέκτεινεʼ, τὸ υἱεῖς ὑποδιαιρήσεις ‘εἰ γὰρ μὴ αὐτοῦ παῖδαʼ, τὸ ἀπέκτεινεν ὑποδιαιρήσεις ‘εἰ γὰρ ἀπεκήρυξενʼ. αὐτὰ δὲ ταῦτα νοεῖται μὲν οὕτως, ἰσχύν δὲ λαμβάνει ἀπὸ τοῦ λόγου· ἐπεὶ δύναται καὶ ὡς πνεῦμα ἀποταθῆναι κατὰ τὸ τοῦ ἀντιθέτου σχῆμα, δύναται δὲ καὶ μετὰ τὸ πληρωθῆναι τὸ πνεῦμα ἕκαστον αὐτῶν, εἰ θέλοις, καὶ κατὰ περίοδον ἀπολαμβάνειν. καὶ δύναται ὡς πνεῦμα ἀποταθῆναι κατὰ τὸ τοῦ ἀντιθέτου σχῆμα οὕτως οἷον εἰ γὰρ μηδὲν προσήκοντας ἀπέκτεινας, εἰ γὰρ ἀλλοτρίους, εἰ γὰρ ὀθνείους, εἰ γὰρ ξένους, οὐχ ἂν ἠγανάκτησα καὶ τότε; οὐκ ἂν ἐδυσχέρανα; οὐκ ἂν ἀπῇτησα τιμωρίαν; νυνὶ δὲ φιλτάτους, οὕς ἐγέννησας, οὕς ἔθρεψας, ὑπὲρ ὧν ἔδει μάχεσθαι, ὑπὲρ ὧν ἔδει δεδιέναι μή τις αὐτοὺς ἄλλος ἀποκτείνῃ, φθάσας τοῦτο ἐποίησας· ἆρα τὸ τοιοῦτον ἄγος καταδεξαίμην; οὐκ ἔστιν εἰπεῖνʼ. εἰ δὲ βούλει, καὶ συνάγεται ὡδε ‘ἄλλος μὲν οὖν τις δικαίως ἂν ὑπόσχοι τιμωnρίαν, εἰ καί τινα τῶν μὴ προσηκόντων ἀπέκτεινεν· οὐτος δὲ ἰδίους υἱεῖς τρεῖς ἀποκτείνας ἀφεθήσεται; ʼ δύναται δὲ καὶ ἑκάστη ὑποδιαίρεσις ὁρισθεῖσα χώραν προσωποποιίας ἀναδέξασθαι. ποίκιλλε δὲ ὲ τοῖς σχήμασιν οἷον ‘εἰ γὰρ ἕνα ἀπέκτεινας, οὐκ ἂν εἷπον καὶ τότε, ὅτι φόνος ἀσεβής σοι τετόλμηται; ʼ Γίνεται δὲ ὑποδιαίρεσις ποτὲ μὲν αὐτοῦ τοῦ πράγματος εἰς λεπτὸν τεμνομένου, ποτὲ δὲ ἐκ τῶν ὁμιοίωον λαμβανομένη. καὶ ἀπʼ αὐτοῦ μὲν τοῦ πράγματος οὕτως, οἶον προσῆλθε μάγος πατρὶ αἰτῶν θυγατέρα πρὸς γάμον, οὐχ ἔδωκεν, ἐρᾷ εἰδώλου ἡ κόρη, καὶ κρίνεται ὁ μάγος φαρμάκων. ἐνταῦθα ὑποδιαιροῦντες τὸν τοῦ εἰ. δώλου ἔρωτα λέγομεν ‘ἐρᾷ εἰδώλου· εἰ γὰρ ἀνδρὸς ἤρα τινός, οὐκ ἂν ἐπὶ σὲ ἤγαγον τὴν αἰτίαν; εἰ γὰρ σοῦ αὐτοῦ ἤρα, οὐκ ἂν ἐπήγαγον ἐπὶ σὲ τὴν αἰτίαν; ʼ ταῦτα ὑποδιαίρεσίς ἐστιν ἐκ τῶν μικροτέρων· τὸν γὰρ τοῦ εἰδώλου ἔρωτα ὑποδιαιροῦμεν ἀπὸ τῶν μικροτέρων εἰς ἄλλους. —Ἀπὸ δὲ τῶν ὁμοίων οὕτως εἰ γὰρ μὴ ἤρα, ἀλλʼ ἐνόσει νόσον ἄλλην τῷ σώματι, οὐκ ἂν καὶ τότε σε ἔκρινα; ʼ —Καθόλου δέ, ὡς ἔφαμεν, καὶ τῶν ὁμοίων καὶ τῶν ἰδίων αἱ λεπταὶ ὑποδιαιρέσεις ἀναδέξονται τὰς προσωποποιίας ἀναγκαίας οὔσας, ἅς, εἰ θέλοις, καὶ περιόδοις καὶ παντὶ τρόπῳ ἔξεστί σοι μηκύνειν. Ἔστι δὲ ὑποδιαίρεσις καὶ ἐκ τοῦ μείζονος ἐνίοτε λαμβανομένη, ἵνα μὴ ἀεὶ τοῖς λεπτοῖς προσέχωμεν· συμβαίνει δὲ τοῦτο, ὅταν ἀξιώμεθά τι παρασχεῖν ἐπὶ μισθῷ φαινομένῳ ἤ χάριτι λέγοντες ὅτι οὐδʼ εἰ μείζονα ἐδίδουʼ. οἷον πέπομφεν ἑκατὸν τάλαντα Θίλιππος πρίασθαι βουλόμενος τὸν Δημοσθένην· εἰς λεπτὸν ὑποτεμὼν ἐρεῖς οὐδὲ ἄλλον τινὰ τῶν τυχόντων ἔδωκα ἄν, μή τί γε Δημοσθένηνʼ· τὰ δὲ ἑκατὸν τάλαντα ἐκ τοῦ μείζονος οὐδὲ εἰ μύρια διδοίη τάλαντα οὐδʼ ἄν πόλεις οὐδʼ ἄν ἔθνη, ἀντὶ Δημοσθένους λήψψομαιʼ. Ἀλλʼ ἵνα μὴ προσκορὲς τὸ ἐξ ὑποδιαιρέσεως ἀεὶ τῷ αὐτῷ σχήματι εἰσαγόμενον, ἀλλαττέσθω τὰ σχήματα ποτὲ μὲν οὕτω λεγόντων ‘εἰ γὰρ τόδε ἐποίησας, οὐκ ἔδει σε δοῦναι τιμωρίαν; ʼ ποτὲ δὲ οὕτως ἐγὼ μὲν γὰρ καὶ ἐπʼ ἐκείνῳ σε τιμωρίαν ἀπῇτησα ἄν, καίτοι μικρὸν ἦν καὶ μετριώτερον ἦνʼ, ποτὲ δὲ οὕτως ἄλλος μὲν οὖν τις ἐμίσησεν ἂν καὶ διὰ τόδεʹ. ἔστι δὲ τούτων καλλίων ἡ μεταχείρισις, εἰ ἀναστρέφοι τις καὶ ὅλον τὸ πρᾶγμα, οὐκ ἀπὸ τοῦ πράγματος εἰς τιμωρίαν ἕλκων, ἀλλʼ ἀναστρέφων τὴν τιμωρίαν, οἷον ‘εἰ καί τι τούτου μετριώτερον ἐποίησαςʼ, ἵνα ποτὲ μὲν ἀπὸ τοῦ πράγματος ἀρχόμενοι εἰς ἀξίωσιν καταβαίνωμεν, ποτὲ δὲ ἀπὸ τῆς ἀξιώσεως ἀρχόμενοι εἰς τὸ πρᾶγμα ἀνερχώμεθα. Ὅταν δὲ αἴ ὑποδιαιρέσεις ἄλογοι γίγνωνται φασκόντων ἡμῶν ‘εἰ γὰρ τόδε ἐποίησας, οὐκ ἂν ἔκρινόν σε; ᾿,διὰ τὸ ἀλόγως ἄν κρῖναι δόξαι οὕτω σχηματίσεις ‘εἰ τόδε ἐποίεις, οὐκ ἂν ἔκρινον; ʼ ὡς ὁ συνθάψας τὴν χλαμύδα τῷ ἐρωμένῳ καὶ μὴ κομίσας ἐκ τῆς ἀλλοδαπῆς ἐντειλαμένου ἐκείνου· ἐνταῦθα γάρ, ἐπεὶ μωρόν ἐστι τὸ λέγειν ἔκρινα ἄν σε, εἰ καὶ ἐδάκρυες συνεχῶςʼ, ἐρεῖς ὅτι ‘εἰ ἐδάκρυες, οὐκ ἂν ἐφρόντισα; εἰ παρεκαθέζου τῷ τάφῳ, οὐκ ἂν ἐμήνιον; ʼ καίτοι καὶ τότι, εἰ δύνασαι, βίασαι ἀναιρεῖν, ὅ ἔδωκας. καὶ καθόλου πᾶσαν ὑποδιαίρεσιν ἄν πειραθείης συγχωρήσας ἀνελεῖν, εἶτα ἀνελὼν ἐπενέγκοις, πολλαπλασιάσεις τὸν λόγον δριμέως λέγων οὕτως ‘εἰ μὲν τόδε ἐποίησας, συγγνώμης ἄξιος· ἐπεὶ δὲ τόδε, οὐκέτι· καίτοι οὐδὲ τότεʼ· οὕτω γὰρ καὶ αἱ προσωποποιίαι χώραν ἕξουσι μυρίαν. ἵνα δὲ μὴ προσκορὴς εἶναι δόξῃς διὰ τῆς προσωποποιίας πληρῶν λόγους, θαυμαστὸς φανήσῃ ῥήτωρ τὸ γνώρισμα αὐτῆς ἀφαιρῶν καὶ χρώμενος αὐτῇ· εἰ γὰρ μὴ λέγοις εἶπον ἄνʹ, ἄλλο τι φαίνεται πρότερον ἢ ΔροσωπόΔοιία.