Ancient Greek · ~14 min
Γ
Hermogenes, Περὶ εὑρέσεως 11.1
Not analysed yet
11 Πρόσκειται τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους ὥσπερ ἴδιόν τι ἐπὶ τῷ τέλει καὶ τὸ πλαστὸν ἐπιχείρημα καλούμενον. τινὲς δὲ οὕτως αὐτὸ ἐκάλεσαν πλαστὸν οὐχ εἰδότες, ὅτι καὶ πᾶσα ὑποδιαίρεσις πλαστή ἔστι. τὸ γὰρ μὴ γενόμενον πλαττόμενον δὲ ὡς καὶ γενέσθαι δυνάμενον τῆς αὐτῆς ἂν εἴη δήπουθεν εὑρέσεως. καὶ τὸ μὲν κυρίως πλαττόμενον ἐπιφερόμενον δὲ πᾶσι τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους οὕτως εὑρίσκεται καθολικῶς· εἰ μὲν ἐπʼ ἀγαθῷ τινι πραχθέντι δωρεὰν αἰτεῖς καὶ πλάττεις, οὕτως εἶτα δὲ εἰ πρὶν ἢ ποιῆσαι τὸ ἀγαθὸν ᾔτουν δωρεάν, οὐκ ἄν μοι ἔδοτε; οὐκ ἂν ἐψηφίσασθε ἐπαγγελλομένῳ ποιήσειν; ʼ καὶ ἐπὶ τούτῳ ἐρεῖς δεινὸν δὲ ἐπαγγελλομένῳ μὲν ποιήσειν ψηφίσασθαι, μὴ δοῦναι δὲ πεποιηκότιʼ· εἰ δὲ ἐπὶ κακῷ τινι πραχθέντι πάλιν τιμωρίαν ἀπαιτεῖς καὶ πλάττεις, ὁμοίως εἰ δὲ πρὶν ἢ γενέσθαι τὸ κακὸν ἔγνωμεν, ὅτι ἔσται, οὐκ ἂν ἐφιλοτιμησάμεθα κωλῦσαι; δεινὸν δὲ μέλλον μὲν γίνεσθαι κωλύειν, γενόμενον δὲ μὴ τιμωρεῖσθαι. καὶ ἐφεξῆς τούτῳ τῷ σχήματι τῆς ζητήσεως χρώμενος πολυτρόπως εὑρήσεις τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους καταστῆσαι. Tὰ δὲ πλαστὰ χώραν ἔχει μετὰ τὴν ἀθρόαν εἰσβολὴν τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους, χώραν δὲ ἔχει καὶ ἐν ταῖς ἐργασίαις ταῖς ἀπὸ παραδείγματος, εἰ λέγοιμεν ἐπὶ τῷ πράγματι τῷ καλῶς πραχθέντι ἢ κακῶς τὸ πλαστὸν ἐπιφέροντες· οἷον οὐ δεῖ ἐχθρῷ ἐπιτάττοντι πείθεσθαιʼ, τοῦτο τὸ ἐπιχείρημά ἐστιν· ἡ ἐργασία ἐκ παραδείγματος ‘οὐδὲ γὰρ οἱ πατέρες ἡμῶν ἐπείσθησαν τῷ ᾶέρξῃ γῆν αἰτοῦντι καὶ ὕδωρ, ἀλλʼ ἐξελθόντις πολλὰ καὶ καλὰ ἔπραξανʼ· εἶτα πλαστὸν φέρε ‘εἰ δὲ τότε συνεβούλευέ τις δοῦναι γῆν καὶ ὕδωρ, οὐκ ἂν κατελεύσθη; ἐγὼ μὲν οἶμαιʼ. ἐπὶ δὲ τῷ κακῶς οἷον ‘οὐ δεῖ πιστεύειν Θιλίππῳ χαριζομένῳ· ἀπατεὼν γάρ ἐστινʼ εἶτα ἐργασία ἐκ παραδείγματος οὐδὲ γὰρ τοῖς Ὀλυνθίοις συνήνεγκε πεισθεῖσιν αὐτῷ, ἀλλὰ Ποτίδαιαν λαβόντες ἅπαντα προσαπώλεσανʼ· εἶτα πλαστὸν φέρε ‘εἰ δὲ τότε, ὅτε τὴν Ποτίδαιαν ἐλάμβανον, εἶπέ τις αὐτοῖς θεόθεν, ὅτι προσαπολοῦσι καὶ τὴν λυνθον, ἆρα ἂν ἐδέξαντο; οὐκ ἔστιν εἰπεῖνʼ. Ἔτι παραπειρᾶσθαι δεῖ τὰ πλαστὰ καὶ ἀπὸ τῶν ἐναντίων ζητεῖν πλάττειν, καὶ τοῦτο μυριάκις εὑρίσκεται· οἷον εἰ μὲν ἐπʼ ἀγαθῷ αἰτοίης γέρας, λέγε ‘εἰ δὲ κακόν τι ἐπεποιήκειν, οὐκ ἂν τιμωρίαν ἔδωκα; ʼ ὡς ὁ Δημοσθένης ἐν τῷ Πρὸς Αεπτίνην· διεξελθὼν γὰρ τὰς πράξεις τοῦ Χαβρίου λέγει ἐκ τοῦ ἐναντίου πλάττων ‘ἀλλʼ εἰ μὲν μίαν ἀπώλεσε ναῦν, περὶ θανάτου ἂν ἐκινδύνευσεʼ· τοῦτο μέντοι καὶ διπλῆν ἔχει τὴν τῆς πλάσεως θεωρίαν, ἀπὸ γὰρ τοῦ ἐναντίου γενάμεεον τῷ μικροτέρῳ συμπλέκεται ἢ ἐάν τινα κελεύῃς δοῦναι τιμωρίαν ἐπʼ ἀδικήματι· ἔνεστι γὰρ λέγειν εἰ ἅ ἔβλαψεν εὐηργέτηκε, δωρεὰς ἂν ἔλαβε· δράσας δὲ κακῶς οὐ κολασθήσεται; ʼ παντὸς δὲ τοῦ λεγομένου ζήτει τὸ ἐναντίον καὶ πολλάκις εὑρήσεις τοῦτο παρʼ ὅλον τοῦ πλαστοῦ τὸν λόγον, μεμνημένος ὅτι ὡς ἐπὶ τὸ πολὺ ἢ ἀθρόον τὸ πραχθὲν ὡς οὐ γενόμενον πλάττεται ἢ τὸ ἐναντίον αὐτοῦ· οἷον ἐπὶ τυραννοκτόνου ‘εἰ δὲ πρὶν ἢ ἀποκτεῖναι ἐπηγγελλόμηνʼ, τοῦτο τοῦ ἀθρόου πλάσμα ὡς μὴ γενομένου, καὶ ἄλλο ἐκ τοῦ ἐναντίου εἰ δὲ μὴ κατώρθωσα ἀλλὰ ἐλήφθην, τί ἂν ἔπαθον; ʼ καὶ εἰ Δημοσθένην αἰτοίη Cίλιππος ἤ τι τοιοῦτον, διάπλασον ἐκ τοῦ ἐναντίου εἰ δὲ ὑμεῖς ἐβούλεσθε λαβεῖν τι τῶν Θιλίππου, πότε ἂν συνεχώρησεν ὑμῖν; ʼ Εῖ δὲ καὶ εὐτελέστερόν τι συνεχώρει ἡ φύσις, οὐκ ἂν ὥκνησα διὰ τὸ σαφέστερον. σὺ δὲ παράπεμπε τῷ νῷ τὰς θεωρίας τῷ ῥητορικῷ σου κοσμῶν λόγῳ τὴν τέχνην. ἴσθι μέντοι, ὡς τοῖς ἀρχαίοις ἐντυγχάνοντες καὶ μάλιστα τῷ καθηγεμόνι μυρία καλὰ εὑρίσκομεν· ὅσα δὲ πρὸς τὸ κατεπεῖγον τῆς ὑπαγορεύσεως ἐπιτρέχει τῇ ψυχῇ, δίδωμι.