Ancient Greek · ~9 min
Γ
Hermogenes, Περὶ εὑρέσεως 9
Not analysed yet
9 Ἐπενθύμημα γάρ ἐστι κυρίως ἐπὶ φθάνοντι ἐνθυμήματι ἕτερον ἐπεννοούμενον ἐνθύμημια· οἶον τὸ παράδειγμα καὶ γὰρ βασιλεὺς διώρυξε τὸν Ἄθωʹ, εἶτα τὸ ἐνθύμημα, ὅ ῥητέον ὅτι συγκριτικῶς πᾶν εὑρίσκεται συγκρινόμενον ἀπὸ τῆς ἐργασίας καὶ πρὸς αὐτὸ τεῖνον, οἷον ‘καίτοι ἐκεῖνος μὲν ὄρος διῇρει, δυσκολώτερον πρᾶγμα, ἡμεῖς δὲ γῆν διασκάψομεν, πρᾶγμα οὐ δυσχερέςʼ, εἶτα ἀπὸ τῆς αἰτίας καίτοι ἐκεῖνος μὲν ἵνα πλεονεκτήσῃ, ἡμεῖς δὲ ἵνα μὴ πάσχωμεν κακῶς πλεονεκτούμενοιʼ· τοῦτο ἐνθύμημα μέν ἐστιν ἀπὸ τῆς αἰτίας εὑρεθέν, ἐπιφερόμενον δὲ τῷ πρώτῳ ἐνθυμήματι τῷ ὅτι ἐκείνῳ μὲν δυσχερέστερον, ἡμῖν δὲ ῥάδιονʼ ἐπενθυμήματος δόξαν ἤνεγκε. Καὶ μὴν ἔστι καὶ ἄλλο ἐνθύμημα εὑρεῖν εἰς τὴν αὐτὴν ἐργασίαν ἀπὸ τοῦ καιροῦ καὶ ὅ μὲν ταῦτα ἐποίει ἐπείγοντος αὐτὸν τοῦ πολέμου παρέργῳ χρώμενος τῷ πράγματι, ἡμεῖς δὲ ἐν ἔργῳ τοῦτο θέσθαι δυνάμεθαʹ. οὐκ ἀγνοητέον δέ, ὡς ἡ τοῦ λόγου μεταχείρισις τὸ ἐνθύμημα τὸ δεύτερον εὑρεθὲν ποιεῖ δοκεῖν ἐπενθύμημα εἶναι, εἴ τις τὸ πρῶτον εἰπὼν ἐνθύμημα καὶ παυσάμενος, εἶτα αὐτὸ ἐπαναλαβὼν πάλιν συνάψειε, καὶ τὸ δεύτερον προστιθεὶς τῷ πρώτῳ καθάπερ αὐτῷ λεῖπόν τι προσεξευρών, οὐκ ἄλλο εὑρών· οἷον ‘καὶ ὁ μὲν Περσῶν βασιλεὺς ἵνα πλεονεκτήσῃ διώρυξεν, ἡμεῖς δὲ ἵνα μὴ πλεονεκτώμεθαʼ, εἶτα ἐπαναλαβόντες πάλιν φαμὲν ὥσπερ ἐπενθυμούμενοι ‘καὶ ὅ μὲν ἐπειγόντων αὐτὸν μειζόνων ὄμως τοῦ πλεονεκτεῖν ἕνεκεν ἐποίει τὰ χαλεπώτερα, ἡμεῖς δὲ οὐδενὸς ἄλλου καλοῦντος ἡμᾶς, ἢ ἵνα μὴ ζημιωθῶμεν, τὸ πρᾶγμα οὐχ ὑποστησόμεθα; ʼ Πολλάκις δὲ καὶ ἡ φύσις τῶν πραγμάτων ἐπενθυήματος ἰδίαν εὕρεσιν κατασκευάζει, τοῦ ἐνθυμήματος καθʼ ἑαυτὸ μὲν οὐκ ἀπαρτίσαντος, προσθήκης δέ τινος ἄλλης περιττοτέραν δριμύτητα χαριζομένης αὐτῷ τῷ ἐνθυμήματι· οἶον εἰ λέγοι τις δεινὸν τὸ ἀδικεῖν πατρίδαʼ, εἶτα ἐργάσαιτο ἐκ τοῦ ἐναντίου ‘χρὴ γὰρ ἀδικεῖν πολεμίουςʼ, εἶτα ἐνθύμημα θείη ὅτι χαλεπώτερόν ἐστιν ὁ πολίτης ἀδικῶν τοῦ πολεμίου, ὅτι ὅ μὲν διὰ τὸ γένος συγγνώμην ἔχει, ὅ δὲ ἐπιτείνει διὰ τὸ πολίτης εἶναι τὸ μισεῖσθαιʼ, τούτῳ εἰ προσγένοιτο τῷ ἐνθυμήματι τὸ ‘καὶ μάλιστα ἐὰν ὁ πολίτης φαίνηται τούτους ἀδικῶν, οὕς ἐδόκει πρότερον εὖ πεποιηκέναιʼ, λοιπὸν τοῦτό ἐστι τὸ ἐκ τῆς φύσεως τοῦ αὐτοῦ πράγματος ἀληθινὸν ἐπενθύμημα μετὰ προσθήκης τινὸς περιττοτέραν δριμύτητα χαριζόμενον αὐτῷ τῷ ἐνθυμήματι· καὶ λοιπὸν οὕτω γίνεται καὶ καλεῖται ἐν ἐνὶ καὶ τῷ αὐτῷ προβλήματι διπλῆ συγκριτικὴ ἐπίτασις περιττοτέραν δριμύτητα χαριζομένη αὐτῷ τῷ ἐνθυμήματι.