Ancient Greek · ~9 min
Γ
Hermogenes, Περὶ εὑρέσεως Περὶ ἐργασίας ἑπιχειρημάττυ.
Not analysed yet
7 Ὥσπερ τοίνυν τῆς λύσεως εὑρεθείσης καθʼ ἕκαστον κεφάλαιον ἤτοι ἐκ τῆς ἐνστάσεως ἢ ἀντιπαραστάσεως δεόμεθα τῶν ἐπιχειρημάτων εἰς κατασκευὴν τῆς λύσεως, οὕτω δεησόμεθα πάλιν ἐργασίας εἰς τὴν κατασκευὴν τοῦ ἐπιχειρήματος. ἐργάζεται δὲ πᾶν ἐπιχείρημα ἀπὸ τούτων, ἃ δοκοῦσιν εἶναι τινὲς ἐπιχειρήματα, οἷον ἀπὸ παραβολῆς, ἀπὸ παραδείγματος, ἀπὸ μικροτέρου, ἀπὸ μείζονος, ἀπὸ ἴσου, ἀπὸ ἐναντίου. καὶ ἡ μὲν γένεσις τῶν ἐπιχειρημάτων ἀπὸ περιστάσεως, ταῦτα δὲ οὐ καθʼ ἕκαστον κεφάλαιον ζητηθήσεται, ἀλλὰ καθʼ ἕκαστον ἐπιχείρημα. ὥσπερ δὲ κεφαλαίου τεθέντος εἰς τὴν λύσιν ἢ κατασκευὴν πολλάκις μὲν πολλῶν εὐποροῦμεν ἐπιχειρημάτων, πολλάκις δὲ ὀλίγων, οὕτω καὶ ἐπὶ τοῦ ἐπιχειρήματος πολλάκις μὲν ἀπὸ τῆς ἐργασίας εἰς κατασκευὴν εὑρέθη τοῦ ἐπιχειρήματος πλείονα, πολλάκις δὲ ἐλάττονα. οἷον τὸ ἐπιχείρημα ἔστω εἰ τύχοι ἀπὸ προσώπου· πολλάκις μὲν εἰς κατασκευὴν τοῦ ἐπιχειρήματος τοῦ ἀπὸ τοῦ προσώπου εὕρηται ἐργασία ἐκ παραδείγματος μόνον, πολλάκις δὲ καὶ ἐκ παραδείγματος καὶ ἐκ παραβολῆς, πολλάκις δὲ καὶ ἐκ τούτων καὶ ἐκ τοῦ ἐναντίου, πολλάκις δὲ καὶ ἐκ πλειόνων. —Θῶμεν δὲ καὶ ἐπὶ παραδείγματος. οὐ δεῖ καινοτομεῖνʼ, κεφάλαιον. ἡ λύσις ὅτι ‘δεῖ καινοτομεῖν, εἰ συμφέρειʼ· ἐπιχείρημα ἀπὸ τοῦ προσώπου ὅτι καὶ δεῖ καινοτομεῖν Ἀθηναίους ὄντας· καινοτόμοι γάρ ἐσμενʼ· εἰτα ἐργασία ληφθεῖσα ἐκ παραδείγματος εἰς κατασκευὴν τοῦ ἐπιχειρήματος τούτου ὅτι Ἀθηναῖοι καινοτόμοι ‘χαὶ οἱ πατέρες ἡμιῶν ἐκαινοτόμησαν τόδε καὶ τόδεʼ· καὶ πολλάκις οὐχ ἕν εὑρίσκεται παράδειγμα ἀλλὰ πλείονα, καὶ τοῖς μὲν ἀπείροις ἔδοξε πολλὰ εἶναι ἐπιχειρήματα, ἡμῖν δὲ οὐκ ἐπιχειρήματα ἀλλʼ ἐργασία, καὶ ἐργασία ἀπὸ παραδείγματος μία, κἂν ἦ τὰ παραδείγματα πολλά. καὶ ὁ Δημοσθένης εἶπέ που λέγων «τοὐ δὴ θαυμιαστόν, εἰ στρατευόμενος ἐκεῖνος καὶ παρὼν ἐφʼ ἅποσιν ἡμιῶν μελλόντων καὶ ῥᾳθυμούντων περιγίνεται», τοῦτό ἐστιν ἐπιχείρημα ἀπὸ τοῦ πράγματος· εἶτα ἐργασίᾳ κέχρηται ἀπὸ τοῦ ἐναντίου «τοὐναντίον γὰρ ἦν θαυμαστόν, εἰ μηδὲν μὧν δεῖ ποιοῦντες ἡμεῖς τοῦ πάντα ἅ προσήκει ποιοῦντος περιῆμεν». ἂν δὲ λέγῃς ‘καλὸν τὸ τιμᾶν γονέαςʼ, ἐπιχείρημα ἀπὸ τοῦ πράγματος, ἐπιφέρῃς δὲ καὶ γὰρ τὰ θηρία τοῦτο ποιεῖʼ, ἐκ παραβολῆς ἐργασίαν τῷ ἐπιχειρήματι δίδως. κἂν λέγῃς ἐπιχείρημα πάλιν ἔξεστι τῇ πόλει παρʼ ἑαυτῇ ποιεῖν, ἅ βούλεταιʼ, εἶτα ἐπιφέρῃς ‘χαὶ γὰρ ἐν ταῖς οἰκίαις ἔξεστιν ἑκάστῳ δεσπότῃ ποιεῖν, ἅ βούλεταιʼ, ἐργασίαν ἀπὸ τοῦ μικροτέρου λέγεις.