Ancient Greek · ~37 min
Γ
Hermogenes, Περὶ εὑρέσεως Περὶ ἑπιχειρημάττωυ..1
Not analysed yet
5 Εἴτε οὖν εἰσάγοιμεν ἡμεῖς κεφάλαιον εἴτε τεθὲν λύοιμεν, δεῖ ζητεῖν τὰ ἐπιχειρήματα ὅθεν εὑρεθήσεται καὶ ἀπὸ τρόπων ὁπόσων. εἴτε γὰρ κατασκευάζοιμιεν ειτε λύοιμεν, ἀπὸ τῶν αὐτῶν αἱ γενέσεις τῶν νοημάτων τοῖς ἐπιχειρήμασι καὶ παρὰ ταῦτα οὐδεὶς ἂν εὑρεῖν ἕτερον δύναιτο. εὑρίσκεται τοίνυν πᾶν ἐπιχείρημα γινόμενον ἀπὸ τῆς περιστάσεως· περίστασις δέ ἐστι τὸ πᾶν ἐν ἡμῖν καὶ λόγοις καὶ πράγμιασι καὶ δίκαις κοὶ ὑποθέσεσι καὶ βίῳ, τόπος, χρόνος, τρόπος, πρόσωπον, αἰτία, πρᾶγμα· προστιθέασι δὲ οἱ φιλόσοφοι καὶ ἕβδομόν τι, τὴν ὕλην, ἢν ὁ ῥήτωρ οὐκ ἰδίᾳ χωρίσας ἔχει, πιθανῶς δὲ ἐπιμερίζει τῶν ἄλλων ἑκάστῳ, ὅτῳ ἂν καὶ δύνηται. εἴτε οὖν ἀξιοῖμεν γενέσθαι τι, φήσομεν ἐπιχειροῦντες δεῖν αὐτὸ γενέσθαι, καλὸν γὰρ εἶναι ἢ διὰ τὸν τόπον ἢ διὰ τὸν χρόνον ἢ διὰ τὸν τρόπον ἢ διὰ τὸ πρόσωπον ἢ διὰ τὴν αἰτίαν ἢ διὰ τὸ πρᾶγμα· εἴτε ἀντιλέγοιμεν ἀξιοῦντες μὴ δεῖν γενέσθαι, φήσομεν μὴ δεῖν αὐτὸ πραχθῆναι, φαῦλον γὰρ εἶναι ἢ διὰ τὸν τόπον ἢ διὰ τὸν χρόνον ἢ διὰ τὸν τρόπον ἢ διὰ τὸ πρόσωπον ἢ διὰ τὴν αἰτίαν ἢ διὰ τὸ πρᾶγμα· εἴτε ἐπὶ τοῦ παρελθόντος εἴτε ἐπὶ τοῦ μέλλοντος· ‘πραχθήσεται τόδε διὰ τὸν τόπον ἢ χρόνονʼ καὶ τὰ ἐξῆς ἢ οὐ πραχθήσεται διὰ τὸν τόπον ἢ χρόνονʼ καὶ τὰ ἑξῆς. —Καταμάθωμεν δὲ καὶ ἐπὶ παραδειγμάτων, ἀφʼ ὧν πάντα σαφῆ γίνεται. οἷον ἐπὶ τοῦ στοχασμοῦ πρῶτον ἐμιπίπτει κεφάλαιον παραγραφικόν, εἶτα ἡ τῶν ἐλέγχων ἀπαίτησις, εἰ μή τι πρὸ αὐτοῦ παραδόξως ἕτερον εὑρεθείη, καθὰ συμβαίνει πολλάκις· ἔστω δὲ πρόβλημα ὁ Περικλῆς ὁ κρινόμενος προδοσίας, ὅτι μὴ ἐδήωσεν αὐτοῦ τοὺς καρπούς Ἀρχίδαμος. εἴτε γὰρ ἀπαιτοίη τοὺς μάρτυρας ὁ Περικλῆς, ἐπιχειρήσει λέγων τῇ τῶν ἐλέγχων ἀπαιτήσει πρῶτον μὲν ἀπὸ τοῦ πράγματος ὅτι ‘δεῖ ἐλέγχους παρέχεσθαι προδοσίαςʼ τὸ κεφάλαιον ὁρίσας, εἶτα ἐπιφέρων ἐπιχείρημα ‘παντὸς γὰρ πράγματος κρινομένου δεῖ τοὺς ἐλέγχους παρέχεσθαι· δίκαιον γὰρ τοῦτό γεʼ· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι καὶ δεῖ Περικλέα μὴ ἄνευ μαρτύρων κρίνεσθαι προδοσίαςʼ· εἶτα ἀπὸ τοῦ τόπου ὅτι καὶ μὴ δεῖ ἐν δημοκρατίᾳ ἄνευ μαρτύρων τὰς κρίσεις γίνεσθαιʼ· εἰτα ἀπὸ τῆς αἰτίας ὅτι καὶ διὰ τοῦτο δεῖ μάρτυρας παρέχεσθαι τοῦ Περικλέους τῆς προδοσίας καὶ ἀπαιτεῖν, ἵνα τοῦτο προεγνωκότες σἱ κατήγοροί μὴ συκοφαντῶσι προπετῶς, γινώσκοντες ὅτι συκοφαντίας ἁλώσονται προπετῶς κατηγοροῦντες, ἐὰν μὴ παρέχωσι μάρτυραςʼ. εἰ δὲ ἀντιλέγοιμεν μὴ δεῖν μάρτυρας παρέχεσθαι, καὶ τότε ὁμοίως ἐπὶ τὴν περίστασιν βαδιούμεθα λέγοντες καὶ πρῶτον μὲν τὸ κεφάλαιον ὁρίζοντες ὀοὐ δεῖ μάρτυρας παρἐχεσθαι τῆς προδοσίας τῆς Περικλέουςʼ, εἶτα ἐπιφέροντες ἐπιχείρημα ἀπὸ τοῦ πράγματος πᾶν γὰρ πρᾶγμα, ᾧ πρόσεστιν ἀδίκημα, κρύφα πράττεται πρὸς τῶν πονηρῶν, ἵνα μὴ κατάφωροι γινόμενοι διδῶσι τιμωρίαςʼ· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι καὶ μαρτυρεῖν οὐδεὶς ἐθελήσει κατὰ Περικλέους φοβούμενος τὸ ἀξίωμα τοῦ ἀνδρόςʼ· εἶτα ἀπὸ τῆς αἰτίας ὅτι καὶ μὴ δεῖ μάρτυρας ζητεῖν πάντων τῶν ἀδικημάτων, ἀλλὰ καὶ ἀπὸ τῶν εἰκότων κρίνειν· εἰ δὲ μή, πειράσονται πάντες ἄνευ μαρτύρων ἐπιτίθεσθαι τοῖς ἀδικήμασιν ὡς ἐξ οὐδενὸς ἄλλου ἁλωσόμενοι πλὴν τούτουʼ· εἶτα ἀπὸ τοῦ τόπου ὅτι ‘καὶ ἐν Ἀθήναις, ὅπου καὶ ἡ ἀλήθεια τῶν πραγμάτων πλέον ἰσχύει τῶν μαρτύρων. καὶ ἐπὶ τῆς βουλήσεως ὁμοίως τὸ κεφάλαιον ὁρίσαντες ὅτι οὐκ εἰκὸς ἐθελῆσαι προδοῦναι Περικλέαʼ τρεψόμεθα πάλιν ἐπὶ τὰ ἐπιχειρήματα ἀπὸ τοῦ πράγματος οὐκ εἰκὸς ἐθελῆσαι προδοῦναι Περικλέα· φαῦλον γὰρ πρᾶγμα ἡ προδοσία καὶ ὅ ἂν ἡδέως ὑποσταίη νοῦν ἔχωνʼ, καὶ ὅτι ἀντὶ πολλῶν καὶ μεγάλων ἀγαθῶν οὐκ ἂν πονηρὸν πρᾶγμα εἶλόμηνʼ· εἶτα ἀπὸ τοῦ προσώπου οὐκ ἂν ἠθέλησα προδοῦναι, Περικλῆς ὤν, φιλόπολις ἀεὶ καὶ φιλαθήναιος καὶ κρείττων χρημάτωνʼ· εἶτα ἀπὸ τῆς αἰτίας οὐκ ἂν ὑμᾶς προῦδωκα· οὐ γὰρ ἐδεόμην χρημάτων πλούσιος ὥν, οὐδὲ ἐμισούμην παρʼ ὑμῶν ἀλλʼ ἐθαυμαζόμηνʼ· εἶτα ἀπὸ τοῦ χρόνου ὅτι μηδὲ προδοῦναι ἂν ήθέλησα νῦν, ἔχων τηλικαύτην δόξαν καὶ τοσαύτηνʼ. καὶ ἡ δύναμις ὅτι οὐκ ἂν ἠδυνήθην προδοῦναιʼ, καὶ πρῶτον μὲν ἀπὸ τοῦ πράγματος ὅτι προδοσία πρᾶγμα δύσκολον καὶ οὐ ῥᾳδίως πραχθῆναι δυνάμενονʼ· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι καὶ Περικλεῖ δύσκολον, ὄς ἐν προσχήματι τιμῆς ἀεὶ πρὸς Ἀθηναίων φυλάττεται, κρύφα μηδὲν πρᾶξαι δυνάμενοςʼ· εἶτα ἀπὸ τοῦ χρόνου ὅτι καὶ τότε δύσκολον, ὅτε ἡ πόλις ἐφυλάττετο, μήτε εἰσιόντος τινὸς μήτε ἐξιόντοςʹ. —Καὶ ὁ Δημιοσθένης ἐν τῷ Περὶ παραπρεσβείας ἀνεύθυνος, φησίν, ἐπὶ λόγοιςʼ, εἶτα οὐκ ἀνεύθυνοςʼ, καὶ πρῶτον ἔλαβεν ἀπὸ τοῦ πράγματος οὐδὲν γὰρ πρᾶγμα ἀνεύθυνον, ᾧ πρόσεστιν ἀδίκημαʼ· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι καὶ ῥήτωρ ἀνεύθυνος ἐν λόγοις οὐκ ἂν εἴη· ἕκαστος γὰρ ὦν ἐστι κύριος, τούτων τὰς εὐθύνας δίδωοσινʼ· εἶτα ἀπὸ τοῦ τόπου ὅτι καὶ ἐν δημοκρατίᾳ οὐδεὶς ἀνεύθυνος ἐν λόγοιςʼ, τοῖς γάρ ἐστιν ἐν λόγοις ἡ πολιτεία, πῶς, ἂν οὗτοι μὴ ὦσιν ἀληθεῖς, ἀσφαλῶς ἔστι πολιτεύεσθαι; καὶ καθάπαξ, ὡς ἔφαμεν, πάντα τὰ κεφάλαια οὕτω καὶ ἀνασκευασθήσεται καὶ κατασκευασθήσεται. οἶον συνεχῶς κατατρέχει λερρόνησον ίλιππος, καὶ γράφει Δημοσθένης διορύξαι τὸν σθμόν. κεφάλαιον ‘καινὰ γράφεις, καινοτομεῖν δὲ οὐ δεῖ’· πρῶτον ἀπὸ τοῦ πράγματος ‘πονηρὸν γὰρ ἡ καινοτομίαʼ· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι ‘καὶ μὴ δεῖ καινοτομεῖν Ἀθηναίους, τοὺς συνετοὺς καὶ τοῖς ἀρχαίοις ἀεὶ καὶ νόμοις καὶ ἔθεσι χρωμένουςʼ· εἶτα ἀπὸ τοῦ καιροῦ ὅτι ‘χαὶ μὴ δεῖ ἐν πολέμῳ καινοτομιεῖν· ἀγαπητὸν γάρ, εἰ καὶ τὰ συνήθη φυλάττων τις ἐν ἐκείνῳ σωθήσεται. καὶ πάλιν ‘δεῖ καινοτομεῖνʼ, ἡ λύσις ἀπὸ τοῦ πράγματος ‘xαλὸν γὰρ τὸ καινοτομεῖν καὶ ὁ βίος ἀεὶ καινοτομεῖται τοῖς πράγμασι καὶ διὰ τοῦτο βελτίων γίνεται’· εἶτα καὶ ἀπὸ τοῦ προσώπου ‘δεῖ καινοτομεῖν Ἀθηναίους· ὡς νεωτεροποιοὶ γὰρ καὶ παρὰ τοῖς ἐχθροῖς ἐπαινούμεθα’· εἶτα ἀπὸ τοῦ καιροῦ ὅτι ‘καὶ δεῖ ἐν πολέμῳ καινοτομεῖν· καινοτόμον γὰρ πρᾶγμα ὁ πόλεμος καὶ ἀφʼ ἑαυτοῦ τεχνᾶται τὰ πολλά’· κεφάλαιον ἕτερον ἐμπίπτει πάλιν ὅτι δύσκολον διορύξαι λερρόνησον’· ἀπὸ τοῦ πράγματος αὐτὸ γὰρ τὸ διορύσσειν δύσκολον’· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι ‘καὶ Ἀθηναίοις δύσκολον τοῖς ἀήθεσιν’· εἶτα ἀπὸ τοῦ τόπου ὅτι ‘καὶ μακρὰν τῆς πατρίδος δύσκολον’· εἶτα ἀπὸ τοῦ καιροῦ ὅτι ‘καὶ ἐν πολέμῳ δύσκολον ταῦτα ποιεῖν’. ἡ λύσις ‘οὐ δύσκολον· τό τε γὰρ πρᾶγμα ῥάδιον καὶ ἐν τῇ ἡμετέρᾳ χώρφ’, εἶτα ὅτι καὶ Ἀθηναίοις πάντα ῥάδιαʼ. Αἱ μὲν οὖν γενέσεις τῶν ἐπιχειρημάτων αὖταί. Πολλάκις δὲ ἀπὸ μιᾶς γενέσεως καὶ δύο καὶ τρία εὑρίσκεται ἐπιχειρήματα, οἷον ἀπὸ τοῦ προσώπου, ὅτι μὴ ὁ δεῖνα τόδε ἐποίησεν· ἔστι γὰρ τοῦτο τοῦ ποιοῦντος. εἶτα, ὅτι μηδὲ κατὰ τῶνδε ἐποίησεν· ἔστι γὰρ ἀπὸ προσώπου, καθʼ ὧν δοκεῖ πεποιηκέναι. εἶτα, ὅτι μηδὲ ὑπὲρ τῶνδε ἐποίησεν· ἔστι γὰρ ἀπὸ προσώπου τῶν, διʼ οὕς κρίνεταί τις. οἷον ἐπὶ παραδειγμάτων ὅτι ‘οὐκ εἰκὸς ἐθελῆσαι προδοῦναι Περικλέα, τὸν συνετόν, τὸν οὕτω λαμπρὸν καὶ μέγαν καὶ στρατηγὸν ἔνδοξονʼ, ἀπὸ τοῦ Περικλέους τοῦτο· ὅτι μηδὲ εἰκὸς ἐθελῆσαι προδοῦναι Ἀθηναίους, τοὺς τιμῶντας αὐτόνʼ ἄλλο πρόσωπον· ὅτι μηδὲ εἰκὸς ἐθελῆσαι προδοῦναι Λακεδαιμονίοις, τοῖς ἐχθροῖς, τοῖς ἐπι; ουλεύσασιν αὐτῴʼ καὶ τοῦτο ἄλλο πρόσωπον. καὶ πάλιν ‘δεῖ καινοτομεῖν Ἀθηναίουςʼ ἀπὸ τοῦ προσώπου, ἀεὶ γὰρ Ἀθηναῖοι καινοτόμοιʼ, καὶ ‘δεῖ καινοτομεῖν κατὰ Φιλίππου τι ποιοῦντας· καινοτόμος γὰρ καὶ ψίλιππος, δεῖ δὲ μιμεῖσθαι τὰς τῶν πολεμίων ἐπιτηδεύσεις ἐν τῷ πολέμιῳʼ καὶ ταῦτα ἄλλα πρόσωπα. καὶ πάλιν ὅτι χαλεπὸν διορύσσειν λερρόνησονʼ, καὶ λήψῃ ἀπὸ τοῦ τόπου ἐπιχείρημᾶ ‘μακρὰν γὰρ Ἀθηναίων Χερρόνησοςʼ καὶ πάλιν ‘χαλεπὸν διορύξαι λερρόνησον· μέγας γὰρ ὁ τόπος. ὅν ἀξιοῦσι διορύξαι, πέντε καὶ τετταράκοντα σταδίωονʼ. εὑρίσκεται δὲ πολλάκις οὕτω καὶ ἐπὶ τῆς αἰτίας, οἶον συμβουλεύει ὁ Θεμιστοκλῆς ἐν τῇ θαλάττῃ μυεῖν, ἀλλὰ δέος, μὴ ἐπιστήσηται βασιλεὺς μυοῦσιν ἡμῖνʼ. ἀλλʼ οὐκ ἐπιστήσεταιʼ, ἀπὸ τῆς αἰτίας, ‘ἴνα μὴ δόξῃ περὶ τοὺς θεοὺς ἀσεβὴς εἶναι, κωλύων γενέσθαι μυστήριαʼ καὶ πάλιν οὐκ ἐπιστήσεται, ἴνα μὴ ἀσεβήσας ἡττηθῇʼ ἔστι γὰρ ιδιον μὲν τὸ ἵνα μὴ δόξη ἀσεβὴς εἶναιʼ, ἴδιον δὲ ‘ἵνα μὴ ἀσεβήσας ἡττηθῇʼ, ἐπεὶ καὶ ἐν εἰρήνῃ φυλάξεταί τις ἀσεβὴς εἶναι δοκεῖν, κἂν μηδὲν διὰ τοῦτο φανερὸν ἠδη φοβῆται κακόν. καὶ ὅλως εὑρίσκεται ἐπὶ πάντων, πλὴν οὐκ ἀεί, σπανιάκις δέ γε. Ὥσπερ τοίνυν τοῦτο ἴσμεν, ὅτι πολλάκις ἡ μία γένεσις τοῦ ἐπιχειρήματος δύο καὶ τρία παρατυχὸν εὑρίσκει ἐπιχειρήματα, οὕτως ἰστέον, ὅτι καὶ πολλάκις ἕν ἐπιχείρημα εὑρίσκεται κοινὸν καὶ δύο καὶ τριῶν γενέσεων, ὡς δύνασθαι τὸ αὐτὸ δοκεῖν εἰναι καὶ καιροῦ καὶ τόπου ἢ αἰτίας καὶ πράγματος ἢ προσώπου καὶ τόπου, οἷον ὅτι μὴ δεῖ τῶν κρίσεων ἐλέγχους παρἐχεσθαι παρʼ ὑμῖν τοῖς δημοκρατουμιένοιςʼ· τοῦτο γάρ ἐστι κοινὸν καὶ τοῦ προσώπου τῶν δημοκρατουμένων καὶ τοῦ τόπου, ἔνθα ἐστὶν ἡ δημοκρατία· καὶ πάλιν ‘δεῖ λόγων εὐθύνας εἶναι παρʼ ὑμῖν τοῖς δμμοκρατουμένοιςʼ· κοινὸν γάρ ἐστιν, ὡς ἔφην, ἀμφοῖν. Ταῦτα δὲ πάντα ἐξεθέμην, ὅπως εἰδείημεν καὶ τὰς εὐπορίας μὴ περιττὰς εἶναι δοκεῖν, ἅς ὑποβάλλει τὰ ἐπιχειρήματα, ὅταν ἐξῇ πολλὰ λαβεῖν, καὶ τὰς ἀπορίας, καὶ ὅτι μὴ παρʼ ἡμιᾶς ἀπαντᾶν τὰ νοήματα προσήκει νομίζειν, καὶ μάλιστα ὅταν ἕν νόημα καὶ ἕν ἐπιχείρημα ἐπικρατῇ πολλῶν γενέσεων. τὸ πρᾶγμα γάρ ἐστι τὸ πάσχον τὴν ἀπορίαν ἢ δεχόμενον τὴν εὐπορίαν, ὁ μέντοι τεχνίτης εἰς τὴν θεωρίαν ἀποβλέπων εἴσεται, περὶ τί συμβαίνει ἡ ἀνιγκη ὥστε εἰδέναι τοῦτο καὶ μὴ λυπεῖσθαι αὐτὸν καθάπερ ἀνόητον, εἰ μὴ δυναμένης τῆς τέχνης ὑποβαλεῖν τῷ πράγματι ἐπιχειρήματα αὐτός ἐστιν ἐν στενῷ κομιδῇ τῆς εὐπορίας τῶν νοημάτων. ἔστι δὲ τῷ τρόπῳ τῆς μεταποιήσεως καὶ τὰ πλήθη συστεῖλαι τῶν νοημάτων καὶ τὰ ἄπορα ἐκτεῖναι καὶ πολλὰ ποιῆσαι ταῖς κατὰ τὴν ἑρμηνείαν θεωρίαις· ἐπεὶ μηδὲ Δημοσθένης ᾐδέσθη πολλάκις ἐνὶ χρησάμενος ἐπιχειρήματι καὶ ποτὲ μὲν αὐτὸ τρέψας καὶ μεταποιήσας, ὡς ἐν τῷ τῆς Παραπρεσβείας πρώτῳ μεταστατικῷ, ποτὲ δὲ μηδὲ ἐργασάμενος, ὡς ἐν τῷ Περὶ τοῦ στεφάνου «ἀλλ’ ἀδίκως, φησίν, ἡρξας. εἶτα παρών, ὅτε με εἰσῆγον οἱ λογισταί, διὰ τί οὐ κατηγόρεις;» ἠρκέσθη γὰρ τῷ ἀπὸ τοῦ χρόνου ἐπιχειρήματι νικῆσαι τὴν ὑποφορὰν νῦν οὖν κατηγορεῖς, δέον ὅτε ἐκρινόμην καὶ τὰς εὐθύνας ἐδίδουν; ʼ