Ancient Greek · ~7 min
Γ
Hermogenes, Περὶ εὑρέσεως Περὶ ἑυθυμήματος.
Not analysed yet
8 Τὸ δὲ ἐνθύμημα δόξαν δριμύτητος ἀποφέρεται μείζονα γνωσθέν, ὅ τί τέ ἐστι καὶ ὅπως εὑρίσκεται καὶ ὅπου. καὶ γὰρ ἡ τάξις αὐτὴ τὴν τῆς δριμύτητος δόξαν ἐξ ἀνάγκης αὐτῷ προστίθησι· δεῖ γὰρ τεθέντος κεφαλαίου λῦσαι πρῶτον ἀπὸ τῆς ἐνστάσεως ἠ ἀντιπαραστάσεως, εἶτα προσλαβεῖν τὸ ἐπιχείρημα εἰς κατασκευὴν ἀπὸ τῆς περιστάσεως, εἶτα ἐργάσασθαι ἀφʼ ὧν τὴν ἐργασίαν ἔφαμεν γίνεσθαι τοῦ ἐπιχειρήματος, εἶτα τὸ ἐνθύμημα ἐπενεγκεῖν τῇ ἐργασίᾳ. οἷον κεφάλαιον ὑποκίσθω χαλεπὸν διορύξαι λερρόνησονʼ, εἶτα ἡ λύσις ἀπὸ τῆς ἐνστάσεως ὅτι οὐ χαλεπὸν τὸ διορύξαιʼ, εἶτα ἐπιχείρημα ἀπὸ τοῦ πράγματος ‘γῆν γὰρ ὀρύξομεν, παιδιὰ δὲ τὸ ὁρύσσεινʼ, εἰτα ἐργασία ἐκ παραδείγματος ὅτι ‘καὶ βασιλεύς Περσῶν δεηθείς ποτε διώρυξε τὸν Ἄθωʼ, εἶτα ἐνθύμημα εἰς τοῦτο καίτοι ἐκεῖνος μὲν διώρυσσεν ὄρος, ἡμεῖς δὲ γῆν ὁρύξομενʼ· ὥσπερ γὰρ ἡ ἐργασία κατασκευάζει τὸ ἐπιχείρημα, οὕτω καὶ τὸ ἐνθύμημα κατασκευάζει τὴν ἐργασίαν, καὶ πάλιν ὥσπερ καθʼ ἕκαστον ἐπιχείρημα ζητοῦμεν ἐργασίαν, οὕτω καθʼ ἑκάστην ἐργασίαν ζητοῦμεν ἐνθύμημα. ὥστε εἰς ἄπειρον προχωρεῖν δύνασθαι τὴν δριμύτητα, εἰ ἡ λύσις μὲν εὐπορήσειεν ἐνστάσεως τε καὶ ἀντιπαραστάσεως, τούτων δὲ ἑκάστη πάλιν ἐπιχειρημάτων δύο ἢ τριῶν, τῶν δὲ ἐπιχειρημάτων ἕκαστον ἐργασιῶν ὁμοίως δύο ἢ τριῶν, τῆς δὲ ἐργασίας ἑκάστης ἰδιον ἐνθύμημα εὑρούσης πάλιν. Ἰστέον δέ, ὅτι καὶ πολλάκις ἐργασία μία πολλὰ εὑρίσκει ἐνθυμιήματα, καὶ εἰ ζητοίη τις οὕτω καθʼ ἑκάστην ἐργασίαν τὸ ἐνθύμημα, ἀπὸ τῶν αὐτῶν περιστάσεων ζητήσει, ἀφʼ ὡν ἐζήτησεν ἂν τὰ ἐπιχειρήματα τοῦ τεθέντος κεφαλαίου. ἔτι ὅ λέγω σαφέστερον ἐκθήσομαι, ὅτι καθʼ ἑκάστην ἐργασίαν τὰ ἐνθυμήματα εὑρίσκεται σχῆμα μὲν ἔχοντα συγκριτικόν, εὕρεσιν δὲ ἐν τῇ συγκρίσει ἀπὸ τοῦ τόπου ἢ χρόνου ἢ τρόπου ἢ προσώπου ἢ αἰτίας ἢ πράγματος· συμβήσεται γὰρ οὔτως ἐν ἐργασίᾳ μιᾷ καὶ δύο καὶ πλείονα εὑρεθῆναι τὰ ἐνθυμήματα, ἄπερ εὑρεθέντα δόξαν ἐπενθυμημάτων παρέχει.