Ancient Greek · ~8 min
Γ
Hermogenes, Περὶ εὑρέσεως Περὶ βιαίοτ.
Not analysed yet
3 Ἐστι καὶ τρίτον εἶδος λύσεως, τὸ παραδοξότατον καὶ ἰσχυρότατον καὶ νικητικώτατον, ὅ καὶ βίαιον κέκληται· γίνεται δέ, ὅταν εἰς τὸ ἐναντίον περιιστάναι δῦ. νώμεθα τὸν λόγον ἐξ αὐτῶν αἱροῦντες τὸν ἀντίδικον, οἷς θαρρῶν εἰσέρχεται, ὡς ὁ Δημοσθένης «τἀλλὰ ἀγανακτήσει ἴίλιππος, ἐὰν τῶν πρεσβευσάντων τὴν εἰρήνην καταψηφίσησθε». διʼ γὰρ ἐκεῖνος οἴεται σωθήσεσθαι, διὰ ταῦτα δείκνυσιν αὐτὸν ἀπολωλέναι δίκαιον· ὅ μὲν γὰρ φήσει δεῖν φυλάττεσθαι τούς Ἀθηναίους, μὴ εἰς ὀργὴν προκαλέσωνται 〈ἴίλιππον, ὅ δὲ δείκνυσιν αὐτὸν τιμωρίας ἄξιον ἐξ αὐτοῦ τούτου μάλιστα, διότι τοῖς Ἀθηναίοις τοιαῦτα ψηφίσασθαι παρακελεύεται, διʼ ἂ μὴ χαλεπαίνει ἴίλιππος· ἐπιφέρει γὰρ οὕτως τέγὼ δέ, εἰ τοῦτό ἐστιν ἀληθές, οὐκ ἔχω σκοπούμενος εὑρεῖν, ὅ τι μεῖζον τούτου κατηγορήσω. εἰ γὰρ ὁ τῆς εἰρήνης χρήματα ἀναλώσας ὥστε τυχεῖν αὐτῆς, οὐτος οὕτω νῦν γέγονε φοβερὸς καὶ μέγας, ὥστε τῶν ὄρκων καὶ τῶν δικαίων ἀμελήσαντας ὑμᾶς ἤδη τί ψιλίππῳ xαριεῖσθε σκοπεῖν, τί παθόντες ἄν οἴ τούτων αιτιοι τὴν προσήκουσαν δίκην δεδωκότες εἶεν;» ἢ ὅταν ἐναντία δείξῃ ποιοῦντα τὸν ἀντίδικον, ὧν φησὶν εἰργάσθαι, ὡς ἐπʼ ἐκείνης τῆς ὑποφορᾶς «τἂν τοίνυν ἀντὶ Πυλῶν καὶ ἴωκέων ὡς λερρόνησος περίεστι τῇ πόλει λέγῃ, μὴ ἀποδέξησθε, ὦ Ἀθηναῖοι, μηδὲ πρὸς οἷς ἐκ τῆς πρεσβείας ἠδίκησθε, καὶ ἐκ τῆς ἀπολογίας ὄνειδος προσκατασκευασθῆναι τῇ πόλει»· καὶ γὰρ ἐκεῖ κεχρημένος τῇ ἐνστάσει φανερῶς, ὅτι μὴ διὰ Φωκέας λερρόνησος σῴζεται ἡ πρὸ τεττάρων μηνῶν σῳζομένη, μέτεισιν ἐπὶ τὸ βίαιον δεικνύς τὸ ἐναντίον, οὗ φησιν ὁ ἀντίδικος, ὅτι μὴ μόνον αὐτὴν οὐκ ἔσῳζε διὰ ψωκέας, ἀλλʼ ὅτι καὶ κινδυνεύειν αὐτὴν ἐποίησε διὰ Φωκέας ἀπολωλότας «τεἶτα καὶ νῦν ἐν μείζονι κινδύνῳ τὴν λερρόνησον εὑρήσετε ἢ τότε· πότερον γὰρ εὐπορώτερον ἂν δίκην ἔδωκε ίλιππος ἐξαμαρτὼν εἰς αὐτήν» καὶ τὰ ἐξῆς· πλὴν ὅτι τῆς ἐνστάσεως πολὑ διαφέρει τὸ βίαιον· ἡ μὲν γὰρ ἔνστασις ἀναιρεῖ τὸ λεγόμενον ὡς οὐκ ὄν, τὸ βίαιον δὲ παρίστησι τοῦ λεγομένου τὸ ἐναντίον. ἐναργῶς δὲ ἐμήνυσεν ἐνταῦθα ἑκάτερα, τῷ μὲν εἰπεῖν, ὅτι οὐ διὰ ψωκέας λερρόνησος σῴζεται τὴν ἔνστασιν πληρώσας, τῷ δὲ εἰπεῖν, ὅτι καὶ κινδυνεύει διὰ ἴωκέας Χερρόνησος, τὸ βίαιον παραστήσας.